Humanitext Reader

新约圣经 · 腓立比书 §4.1-4.23

在主里喜乐的劝勉、对馈赠的感谢与最后的问安

第 4 段,共 4 段 · 希腊语

内容简介

保罗劝勉会众保持合一、喜乐和美德,对腓立比教会送来的经济支持表示感谢,并在最后以问安和祝福结束了信件。

§4.1Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί.
我所亲爱、所想念的弟兄们,你们就是我的喜乐,我的冠冕。 我亲爱的弟兄,你们应当靠主站立得稳。
§4.2Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ.
我劝尤阿迪娅,也劝旬都基,要在主里同心。
§4.3ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύνζυγε, συνλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν "βίβλῳ ζωῆς. "
我也求你这真实同工的,要帮助这两个女人,因为她们在福音上曾与我、克莱门特并我其余的同工一同劳苦,他们的名字都在生命册上。
§4.4Χαίρετε ἐν κυρίῳ πάντοτε·
你们要靠主常常喜乐。
πάλιν ἐρῶ, χαίρετε.
我再说,你们要喜乐。
§4.5τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.
当叫众人知道你们谦让的心。
ὁ κύριος ἐγγύς·
主已经近了。
§4.6μηδὲν μεριμνᾶτε, ἀλλʼ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετʼ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν·
应当一无挂虑,只要凡事藉着祷告、祈求和感谢,将你们所要的告诉神。
§4.7καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
神所赐、出人意外的平安必在基督耶稣里保守你们的心怀意念。
§4.8Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
弟兄们,我还有未尽的话:凡是真实的、可敬的、公义的、清洁的、可爱的、有美名的,若有什么德行,若有什么称赞,这些事你们都要思念。
§4.9ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθʼ ὑμῶν.
你们在我身上所学习的,所领受的,所听见的,所看见的,这些事你们都要去行,赐平安的神就必与你们同在。
§4.10Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφʼ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ.
我靠主大大地喜乐,因为你们思念我的心如今又发生。 你们向来就思念我,只是没得机会。
§4.11οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ αὐτάρκης εἶναι·
我并不是因缺乏说这话;我无论在什么景况都可以知足,这是我已经学会了。
οἶδα καὶ ταπεινοῦσθαι, §4.12οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
我知道怎样处卑贱,也知道怎样处富余;或饱足,或饥饿,或富余,或缺乏,随事随在,我都得了秘诀。
§4.13πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.
我靠着那加给我力量的,凡事都能做。
§4.14πλὴν καλῶς ἐποιήσατε συνκοινωνήσαντές μου τῇ θλίψει.
然而,你们同担当我的患难原是美事。
§4.15οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι,
腓立比人哪,你们也知道我初传福音、离了马其顿的时候,论到授受的事,除了你们以外,并没有别的教会供给过我。
§4.16ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
就是我在帖撒罗尼迦,你们也一次两次地打发人供给我的需用。
§4.17οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
我并不求什么馈送,只求你们的果子渐渐增多,归在你们的账上。
§4.18ἀπέχω δὲ πάντα καὶ περισσεύω·
但我样样都有,并且有余。
πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν, "ὀσμὴν εὐωδίας," θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ.
我已经充足,因我从以巴弗提受了你们的馈送,当作极美的香气,为神所收纳、所喜悦的祭物。
§4.19ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
我的神必照他荣耀的丰富,在基督耶稣里,使你们一切所需用的都充足。
§4.20τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
愿荣耀归给我们的父神,直到永永远远。
ἀμήν.
阿们!
§4.21Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ.
请问在基督耶稣里的各位圣徒安。
Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
在我这里的弟兄们都问你们安。
§4.22ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
众圣徒都问你们安。 在凯撒家里的人特意地问你们安。
§4.23Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.
愿主耶稣基督的恩常在你们的心灵里。

词汇与语法注释

  1. 4.3γνήσιε σύνζυγε — 意为“真实的同工”或“真诚的伙伴”。虽然这可能是一个专有名词(辛吉格),但在此处更像是对某位未明说名字的亲密同工或社区领袖的亲切称呼。
  2. 4.10ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν — 动词 ἀνεθάλετε(ἀναθάλλω 的不定过去时)既可作不及物动词(“再次繁茂”),也可作及物动词(“使……发芽/复苏”)。在此处,将冠词性不定式 τὸ ὑπὲρ ἐμοῦ φρονεῖν 视为直接宾语的及物动词用法最为自然且前后一致。
  3. 4.12μεμύημαι — 动词 μυέω(“传授秘仪”)的完成时被动语态第一人称单数。保罗在此借用了异教神秘宗教的术语,比喻性地表达自己已在任何境遇下都“得到了自足的秘诀”。
  4. 4.15εἰς λόγον δόσεως καὶ λήμψεως — 该表达使用了商业和会计术语,字面意为“关于付出与接受的账目”,用以强调腓立比教会是唯一在经济事务上与保罗建立伙伴关系的社区。

引用这一段

新约圣经, 腓立比书 §4.1-4.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg011.humanitext-grc2:4.1-4.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。