Humanitext Reader

新约圣经 · 以弗所书 §2.1-2.22

本乎恩典的得救与在基督里的和睦合一

第 2 段,共 6 段 · 希腊语

内容简介

作者阐明信徒们曾死在罪恶之中,如今因神丰富的恩典而与基督一同活过来并得救。此外,他解释说,靠着基督在十字架上的血,外邦人与犹太人之间的隔墙已被拆毁,两下在一体中被建造为神的圣殿。

§2.1καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν,
你们因着自己的过犯和罪恶,原本是死的人。
§2.2ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθίας·
那时,你们在其中行事为人,随从这世俗的潮流,顺从空中掌权者的首领,就是现今在悖逆之子心中运行的邪灵。
§2.3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί· —
我们众人从前也都在他们中间,放纵肉体的私欲,行肉体和心中所喜好的,本性上像别人一样,同是可怒之子。
§2.4ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, §2.5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ χριστῷ,— χάριτί ἐστε σεσωσμένοι, καὶ §2.6— συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, §2.7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
── 然而,神有丰富的怜悯,因着他爱我们的大爱,当我们死在过犯中的时候,使我们与基督一同活过来──你们得救是本乎恩──并且使我们与他一同复活,在基督耶稣里,一同坐在天上,为要在将来的极多世代中,显明他在基督耶稣里向我们所施的恩慈,其恩典有何等极其丰富的富余。
τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ πίστεως·
你们得救是本乎恩,也因着信。
§2.8καὶ τοῦτο §2.9οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
这并不是出于你们自己,乃是神所赐的;也不是出于行为,免得有人自夸。
§2.10αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
我们原是他的工作,在基督耶稣里造成的,为要叫我们行善,就是神预备叫我们行的。
§2.11Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, §2.12— ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
所以,你们应当记念:你们从前按肉体是外邦人,是那称为「无割礼」的(这是那在肉体上用人手行所谓「割礼」之人所称的),那时,你们与基督无关,在以色列国民之外,在所应许的诸约上是局外人,并且活在世上没有指望,没有神。
§2.13νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες "μακρὰν" ἐγενήθητε "ἐγγὺς" ἐν τῷ αἵματι τοῦ χριστοῦ.
如今却在基督耶稣里,你们从前「远离」的人,靠着基督的血,已经得「亲近」了。
§2.14Αὐτὸς γάρ ἐστιν ἡ "εἰρήνη" ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν §2.15ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, §2.16καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
因他自己是我们的「和平」,将两下合而为一,拆毁了中间隔断的墙,在自己的肉体中废掉了冤仇,就是那记在律例上的规条,为要将两下在自己里面造成一个新人,如此便成就了和平,且借着十字架使两下在一个身体里与神和好,在十字架上杀死了冤仇。
§2.17καὶ ἐλθὼν "εὐηγγελίσατο εἰρήνην" ὑμῖν "τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς· " §2.18ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
并且来「传和平」给你们「远离的人,也传和平给亲近的人」;因为借着他,我们两下在一位圣灵里,得以进到父面前。
§2.19Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συνπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, §2.20ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος "ἀκρογωνιαίου" αὐτοῦ Χριστοῦ Ἰησοῦ, §2.21ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
这样,你们不再作外邦人和客旅,是与圣徒同国,是神家里的人了;并且被建造在使徒和先知的根基上,有基督耶稣自己为「房角石」,在他里面,全房联络得合式,渐渐增长成为主里的圣殿。
§2.22ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.
你们也在他里面同被建造,成为神借着圣灵居住的所在。

词汇与语法注释

  1. 2.1ὑμᾶς ὄντας — 自宾格 ὑμᾶς 开始的分词短语(ὄντας νεκροὺς...)在 §2.1-3 中悬空,没有主要限定动词,最终在 §2.5 中通过 συνεζωοποίησεν(其宾语为复指的 ἡμᾶς)在意义上得以完成。这是一种因修辞情感强烈而产生的典型无主体破格句(anacoluthon)。
  2. 2.10οἷς προητοίμασεν — 关系代词 οἷς 为中性复数与格。它本应是及物动词 προητοίμασεν(预备)的直接宾语(即宾格 ἅ),但此处由于受到其先行词 ἔργοις ἀγαθοῖς(中性复数与格)的影响,发生了“格的同化”(attraction)。虽然也可以解释为表示目的的与格,但通常视作同化现象。
  3. 2.15τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ — 介词短语 ἐν τῇ σαρκὶ αὐτοῦ(在自己的肉体中)既可以修饰前面的名词 τὴν ἔχθραν(在肉体中的冤仇),也可以修饰后面的分词 καταργήσας(在自己的肉体中废掉了)。鉴于上下文强调基督肉身(十字架)救赎的功效,将其作为状语修饰分词/动词更为自然。

引用这一段

新约圣经, 以弗所书 §2.1-2.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg010.humanitext-grc2:2.1-2.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。