Humanitext Reader

新约圣经 · 以弗所书 §1.1-1.23

在基督里的属灵福气与教会元首

第 1 段,共 6 段 · 希腊语

内容简介

保罗向以弗所的圣徒问安,颂赞神在基督里赐予的属灵福气与永恒拣选。保罗因信徒的信心而感谢和祈祷,并阐明神使基督复活、使其超越万有并作教会元首的伟大力量。

§1.1ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν [ἐν Ἐφέσῳ] καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· §1.2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
奉神旨意、作基督耶稣使徒的保罗,写信给在[以弗所]的圣徒,就是在基督耶稣里有忠心的人:愿恩惠、平安定从我们的父神和主耶稣基督归与你们!
§1.3Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, §1.4καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, §1.5προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, §1.6εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
愿颂赞归与我们主耶稣基督的父神! 他在基督里曾赐给我们天上各样属灵的福气,就如神从创立世界以前,在基督里拣选了我们,使我们在他面前成为圣洁,无有瑕疵;在爱中,按着自己意旨所喜悦的,预定我们借着耶稣基督得儿子的名分,归于他自己,使他荣耀的恩典得着称赞;这恩典是他在爱子里赐给我们的。
§1.7ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, §1.8κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ
我们在他里面,借着他的血得蒙救赎,过犯得以赦免,乃是照他丰富的恩典。
§1.9ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ §1.10εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς·
这恩典是神用诸般智慧聪明,充充足足地赏给我们的;他照着自己在基督里预先安排的美意,向我们显明了他旨意的奥秘,要在日期满足的时候,使天上、地上一切所有的都在基督里面同归于一。
ἐν αὐτῷ, §1.11ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, §1.12εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ·
我们也在他里面,预先定下,并按着那凭着自己旨意所决定的而行万事之者的目的,我们在他里面也成了产业,叫我们这首先在基督里有盼望的人,可以使他的荣耀得着称赞。
§1.13ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,
你们既听见真理的道,就是那叫你们得救的福音,也在他里面,并且信了基督,就受了所应许的圣灵为印记。
§1.14ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
这圣灵是我们得基业的凭据,直等到神之产业被赎,使他的荣耀得着称赞。
§1.15Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, §1.16οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, §1.17ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, §1.18πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας [ὑμῶν] εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς "κληρονομίας" αὐτοῦ "ἐν τοῖς ἁγίοις," §1.19καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ §1.20ἣν ἐνήργηκεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ "καθίσας ἐν δεξιᾷ αὐτοῦ" ἐν τοῖς ἐπουρανίοις §1.21ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· §1.22καὶ "πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ," καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
因此,我既听见你们对主耶稣的信心,和对众圣徒的爱心,就不断地为您们感谢神,祷告的时候常常提到你们,求我们主耶稣基督的神、荣耀的父,将那赐人智慧和启示的灵赏给你们,使你们充分地认识他,并且照明你们心中的眼睛,使你们知道他的恩召有何等指望,他在「圣徒中」所得的「基业」有何等丰盛的荣耀,并知道他向我们这信的人所显的能力是何等浩大,这是照着他力量的强能显现的,就是神在基督身上所运行的大能,使他从死里复活,并且「使他在天上坐在自己的右边」,远超过一切执政的、掌权的、有能的、主治的和一切有名的,不但是今世的,连来世的也超过了;又将「万物服在他的脚下」,并使他作教会超越万有的元首。
§1.23ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
教会是他的身体,是那在万有中充满万有者的丰满。

词汇与语法注释

  1. §1.6ἧς — 此关系代词在语法上原本应当是宾格,作为动词 ἐχαρίτωσεν 的直接宾语,但由于受到其属格先行词 τῆς χάριτος 的影响,发生了属格吸引(attraction)而变为了属格。
  2. §1.18πεφωτισμένους — 该分词在逻辑上指向1.17中的与格代名词 ὑμῖν(给你们),但在语法上却与宾格名词 τοὺς ὀφθαλμοὺς(眼睛)在性、数、格上保持一致,作为一个表示结果的表语分词,意为“使你们心灵的眼睛被照明”。
  3. §1.23πληρουμένου — 动词 πληρόω 的现在分词,既可作中动语态(为了自己而充满)解,也可作被动语态(被充满)解。鉴于上下文强调基督主动充满万有,本译文采用主动或中动语态的含义(“充满万有者”)。

引用这一段

新约圣经, 以弗所书 §1.1-1.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg010.humanitext-grc2:1.1-1.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。