§3.1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,— §3.2εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, §3.3[ὅτι] κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, §3.4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ,
因此,我保罗──为你们外邦人作基督耶稣囚徒的── 谅想你们曾听见神赐恩给我、要把那关乎你们的职分交托我,[就是]神用启示使我知道这奥秘,正如我以前简略写过的,你们读了,就能从中明白我对基督奥秘的领悟。
§3.5ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, §3.6εἶναι τὰ ἔθνη συνκληρονόμα καὶ σύνσωμα καὶ συνμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου,
这奥秘在以前的世代并没有给人类的子孙知道,像如今藉着圣灵启示给他的圣使徒和先知一样,就是外邦人在基督耶稣里,藉着福音得以同为后嗣,同为一体,同蒙应许。
§3.7οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ — §3.8ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη — τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ χριστοῦ, §3.9καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, §3.10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ,
我作了这福音的执事,是照着神恩典的赏赐,这赏赐是照着他大能的运行赐给我的── 我本来比众圣徒中最小的还小,然而他还赐我这恩典,叫我把基督那测不透的丰富传给外邦人,又使众人都明白,那历代以来隐藏在创造万物之神里的奥秘的经纶是什么,为要在现今藉着教会,使天上执政的、掌权的,知道神万般的智慧。
§3.11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,
这是照着他在我们的主基督耶稣里所立的万古计划。
§3.12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.
我们在他里面,因着信他,就放胆无惧,笃信不疑地进到神面前。
§3.13Διὸ αἰτοῦμαι μὴ ἐνκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
所以,我求你们不要因我为你们所受的患难丧胆,这原是你们的荣耀。
§3.14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, §3.15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, §3.16ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, §3.17κατοικῆσαι τὸν χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, §3.18ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, §3.19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
因此,我在父面前屈膝,天上地上的各家族,都是从他得名的,求他按着他丰盛的荣耀,藉着他的灵,用大能使你们内心的人刚强起来,使基督因你们的信,住在你们心里,叫你们在爱中生根立基,能与众圣徒一同明白基督的爱是何等长宽高深,并知道这超越知识的基督之爱,使你们被充满,达到神一切的丰盛。
§3.20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
神能照着运行在我们里面的大能,充充足足地成就一切,超过我们所求所想的。
§3.21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων·
愿他在教会中,并在基督耶稣里,得着荣耀,直到世世代代,永永远远。
ἀμήν.
阿们。