§5.1οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.
因为我们晓得,我们这地上的帐篷房屋若拆毁了,我们就有从神而来的建筑,不是人手所造、在天上永存的房屋。
§5.2καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, §5.3εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα.
我们在这帐篷里叹息,深想穿上那从天上来的房屋,倘若穿上,我们就不至于显出赤身了。
§5.4καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
我们在这帐篷里的人叹息受压,并非愿意脱下这个,乃是愿意穿上那个,好让这必死的被生命吞灭了。
§5.5ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.
而那为此培植我们的就是神,祂又赐给我们圣灵作凭据。
§5.6Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου, §5.7διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους,—
所以,我们时常坦然无惧,并且晓得我们住在肉体之内,就是与主相离,(因为我们行事为人是凭着信心,不是凭着眼见。
§5.8θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον·
)我们坦然无惧,更是乐意离开身体,与主同住。
§5.9διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
因此,无论是住在身内还是离开身外,我们都立定志向,要得祂的喜悦。
§5.10τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
因为我们众人必要在基督的审判台前显露出来,使各人按着肉身所行的,或善或恶,接受应得的报应。
§5.11Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
我们既晓得主的可畏,就劝导人;我们在神面前是显明的,我盼望在你们的良心里也是显明的。
§5.12οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ μὴ ἐν καρδίᾳ.
我们不是又向你们推荐自己,而是给你们一个因我们而夸口的机会,好让你们去对付那些只凭外貌不凭内心夸口的人。
§5.13εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
我们若果癫狂,是为着神;若果清醒,是为着你们。
§5.14ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον· §5.15καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
原来基督的爱激荡着我们,因为我们断定:一人既替众人死,众人就都死了;并且祂替众人死,是好让那些活着的人不再为自己活,乃为替他们死而复活的主活。
§5.16Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
所以,我们从今以后,不按着肉体认人了;虽然我们曾按着肉体认过基督,如今却不再这样认祂了。
§5.17ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά·
因此,若有人在基督里,他就是新造的人:旧事已过,看哪,都变成新的了。
§5.18τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξάντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
一切都是出于神,祂借着基督使我们与祂自己和好,又将这和好的执事赐给我们。
§5.19ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
这就是说,神在基督里使世人与祂自己和好,不将他们的过犯归到他们身上,并且将这和好的道理托付了我们。
§5.20Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.
所以,我们作基督的特使,就好像神借着我们劝勉一样;我们替基督求你们:与神和好吧。
§5.21τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
神使那无罪的,替我们成为罪,好叫我们在祂里面成为神的义。