§4.1Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν, §4.2ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
因此,我们既蒙怜悯得着这执事,就不丧胆,反倒把那些可耻的隐密事弃绝了;不凭着诡诈行事,也不歪曲神的道理,只显明真理,在神面前把自己推荐给每个人的良心。
§4.3εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,
如果我们的福音真的被蒙蔽了,那也是对灭亡的人蒙蔽的。
§4.4ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
在他们中间,这世代的神弄瞎了不信之人的心眼,使他们不能看见基督荣耀福音的光,基督就是神的像。
§4.5οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
因为我们不是传扬自己,而是传扬基督耶稣为主,并且为了耶稣的缘故作你们的仆人。
§4.6ὅτι ὁ θεὸς ὁ εἰπών Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.
因为那曾说“要从黑暗里照出光来”的神,已经照在我们心里,使我们得知神荣耀的光显在耶稣基督的脸上。
§4.7Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν·
但我们有这宝贝在泥器里,是要显明这极大的能力是出于神,不是出于我们。
§4.8ἐν παντὶ θλιβόμενοι ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλʼ οὐκ ἐξαπορούμενοι, §4.9διωκόμενοι ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι; , καταβαλλόμενοι ἀλλʼ οὐκ ἀπολλύμενοι, §4.10πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ·
我们四面受敌,却不被困住;心里作难,却不至绝望;遭逼迫,却不被丢弃;打倒了,却不至死亡;身上常带着耶稣的死,好让耶稣的生也在我们的身上显明出来。
§4.11ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
因为我们这活着的人,常为耶稣被交于死地,好让耶稣的生也在我们这必死的肉身上显明出来。
§4.12ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
这样看来,死是在我们身上运行,生却在你们身上运行。
§4.13ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον
"Ἐπίστευσα, διὸ ἐλάλησα,"
καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, §4.14εἰδότες ὅτι ὁ ἐγείρας τὸν [κύριον] Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
但我们既然有那同样的信心之灵,正如经上记着说:“我信,所以我说话”,我们也信,所以我们也说话,因为知道那叫主耶稣复活的也必叫我们与耶稣一同复活,并且使我们与你们一同站在祂面前。
§4.15τὰ γὰρ πάντα διʼ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
因为一切都是为了你们,好让恩典借着更多的人格外显多,使感谢满溢,以致荣耀归于神。
§4.16Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
所以,我们不丧胆。 我们的外在人虽然日渐毁坏,内在人却一天新似一天。