Humanitext Reader

新约圣经 · 哥林多后书 §12.1-12.21

第三层的天与肉体之刺中的夸耀

第 12 段,共 13 段 · 希腊语

内容简介

保罗述说了自己(或其所知之人)被提到第三层天的幻象与启示,但表明为了免于自高,他宁可夸耀那被赐予的“肉体中的刺”和自身的软弱。他进而为自己的使徒身份和对哥林多教会的纯洁之爱进行辩护,并担忧再次拜访时他们仍未悔改先前的种种罪行。

§12.1Καυχᾶσθαι δεῖ· οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
我自夸是必须的;虽然无益,但我现在要说到主的幻象和启示。
§12.2οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, —εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, —ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
我认得一个在基督里的人,他在十四年前被提到第三层天上去。 ——或在身内,我不知道;或在身外,我也不知道;只有神知道。
§12.3καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον,—εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος [οὐκ οἶδα,] ὁ θεὸς οἶδεν,
—— 我认得这个人,——或在身内,或在身外,[我不知道,]只有神知道。
§12.4—ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
—— ——他被提到乐园里,听见了隐秘的言语,是人不可说出来的。
§12.5ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις.
为这人,我要夸口;但是为我自己,除了我的软弱以外,我并不夸口。
§12.6ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ἐξ ἐμοῦ, §12.7καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων.
我就是愿意夸口,也不至于作愚妄人,因为我必说真话;但我放手,免得有人把我看高了,过于他在我身上所看、或从我身上所听到的,或者是因我所得的启示极其超越。
διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.
因此,免得我过于自高,有一根刺加在我肉体上,就是撒旦的差役要拍打我,免得我过于自高。
§12.8ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ·
为这事,我曾三次求过主,叫这刺离开我。
καὶ εἴρηκέν μοι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται.
他对我说:“我的恩典够你用的,因为我的能力是在人的软弱上显得完全。
§12.9Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ χριστοῦ.
”所以,我更喜欢夸耀自己的软弱,好叫基督的能力覆庇我。
§12.10διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
因此,我为基督的缘故,以软弱、凌辱、艰难、逼迫、困苦为可喜乐的;因为我什么时候软弱,什么时候就刚强了。
§12.11Γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε·
我成了愚妄人,是你们强迫我的。
ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι·
我本该被你们推荐才是,因为我没有任何地方赶不上那些“超级使徒”,虽然我算不得什么。
§12.12τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις [τε] καὶ τέρασιν καὶ δυνάμεσιν.
我在你们中间,用百般的忍耐,藉着神迹、奇事、异能,显出使徒的凭据来。
§12.13τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν;
除了我自己不累着你们这一件事之外,你们还有什么事不及别的教会呢?
χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
请原谅我这不公之处。
§12.14Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω·
看哪,这是我第三次预备到你们那里去,也必不累着你们;因为我所求的是你们,不是你们的财物。
οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις.
因为儿女不该为父母积蓄,父母该为儿女积蓄。
§12.15ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.
我也甘心情愿为你们的灵魂费财费力。
εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶ, ἧσσον ἀγαπῶμαι;
难道我越发爱你们,就越发少得你们的爱吗?
§12.16Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
罢了,我没有累着你们,但[你们说]我是个诡诈的人,用诡计将你们牢笼了。
§12.17μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
在我所差往你们那里去的人中,我藉着谁占过你们的便宜呢?
§12.18παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν·
我劝了提多,又差那位弟兄与他同去。
μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος;
提多占过你们的便宜吗?
οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν;
我们行事,不同是一个心灵吗?
οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
不同是一个脚迹吗?
§12.19Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα;
你们一直以为我们是在向你们申辩吗?
κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
我们是在神面前、在基督里说话。
τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς,
亲爱的啊,这一切事都是为了建立你们。
§12.20φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ἔρις, ζῆλος, θυμοί, ἐριθίαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· §12.21μὴ πάλιν ἐλθόντος μου ταπεινώσῃ με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
我怕我来的时候,见你们不合我所想望的,你们见我也不合你们所想望的;又怕有纷争、嫉妒、恼怒、自私、毁谤、谗言、狂傲、混乱;且怕我再来的时候,我的神在你们面前使我惭愧,我又因许多人从前犯罪,行了污秽、奸淫、邪荡的事,不肯悔改,而不得不忧伤。

词汇与语法注释

  1. §12.6-7καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. διὸ — 此处的语法关联存在分歧。该介词短语既可以连接到 §12.6 中的 λογίσηται(免得有人因“启示的超越性”而高看我),也可以置于 §12.7 的 διό 之前以引出肉体之刺的原因(“因这启示的超越性。所以,为了使不至自高……”)。此处译文采用了后者的语法结构。
  2. §12.11ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι — 这里的未完成过去时 ὤφειλον 表示未履行的义务,与被动不定式 συνίστασθαι 连用,表示“我本该受到你们的推荐”(但实际上并没有得到),传达了一种过去及现在未能实现的应尽义务。
  3. §12.16ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. — 在命令式 ἔστω(“罢了”、“就算如此”)之后,后半句“我是个诡诈的人,用诡计将你们牢笼了”并非保罗自己的坦白,而是他采取让步和讽刺的手法,引用了反对者或哥林多人对可能提出的指控。

引用这一段

新约圣经, 哥林多后书 §12.1-12.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg008.humanitext-grc2:12.1-12.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。