Humanitext Reader

新约圣经 · 哥林多后书 §13.1-13.13

第三次到访的警告与省察信心的勉励

第 13 段,共 13 段 · 希腊语

内容简介

保罗预告他将第三次到访,并警告不会宽容不悔改的人,同时勉励信徒省察自己的信心以求完全,最后以祝祷结束这封信。

§13.1Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς·
这是我第三次要到你们那里去。
"ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
“凭两三个证人的口,句句都要定准。
" §13.2προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,
” 我从前说过,如今不在你们那里,正如我第二次在你们那里一样,预先警告那些从前犯罪的人和其余的所有人:如果我再来,我必不宽容。
§13.3ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ·
因为你们在寻找基督在我里面说话的凭据。
ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν,
基督向着你们不是软弱的,反而在你们中间是有能力的。
§13.4καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ.
因为他虽然因着软弱被钉十字架,却因着神的能力活着。
καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ [εἰς ὑμᾶς].
其实我们也在他里面软弱,但因着神[向你们]所显的能力,我们必与他同活。
§13.5Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε·
你们总要省察自己是否有信心,也要试验自己。
ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν;
岂不知你们自己有耶稣基督在你们里面吗?
εἰ μήτι ἀδόκιμοί ἐστε.
除非你们是经不起试验的。
§13.6ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
但我希望你们知道,我们不是经不起试验的。
§13.7εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
我们求神使你们一件恶事都不做。 这不是要显明我们是经得起试验的,而是要你们行事端正,哪怕我们显得像是经不起试验的人。
§13.8οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.
因为我们不能做任何敌挡真理的事,只能拥护真理。
§13.9χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
当我们软弱而你们刚强的时候,我们就欢喜;我们所祈求的,就是你们得以完全。
§13.10Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
因此,我不在你们那里的时候写了这些话,好叫我来的时候,不用照着主赐给我的权柄严厉地待你们;这权柄是为了建造人,而不是为了拆毁人。
§13.11Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν.
弟兄们,最后,愿你们喜乐。 要追求完全,要受安慰,要同心合意,要彼此和睦。 这样,仁爱与和平的神必与你们同在。
§13.12Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
你们要用圣洁的亲吻彼此问安。
Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
众圣徒都问你们安。
§13.13Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ [Χριστοῦ] καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν.
愿主耶稣[基督]的恩惠、神的慈爱、圣灵的团契与你们众人同在。

词汇与语法注释

  1. §13.2ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν — 连词 ὡς 与分词 παρὼν(以及 ἀπὼν)连用。它表示方式的比较,将过去第二次同在时的情形与如今缺席的情形进行对比。
  2. §13.2ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι — ὅτι 引导的从句作 προλέγω(警告/预言)的直接宾语(名词从句),引出警告的内容。在此从句中,ἐὰν ἔλθω 是表示未来假设的条件从句,εἰς τὸ πάλιν 是表示“再次”的副词性短语。
  3. §13.5εἰ μήτι ἀδόκιμοί ἐστε — 短语 εἰ μήτι 由连词 εἰ 和语气词 μή、τις 构成,表示例外(“除非”、“若非”)。形容词 ἀδόκιμοι 指未通过测试、不合格的人(“不合格的”、“经不起试验的”)。
  4. §13.7μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν — 此为作动词 εὐχόμεθα 宾语的不定式从句。宾格 ὑμᾶς 是不定式 ποιῆσαι 的逻辑主语,否定词 μή 否定该动作。含有 μηδέν 的双重否定增强了否定语气,表示“不作任何恶事”。

引用这一段

新约圣经, 哥林多后书 §13.1-13.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg008.humanitext-grc2:13.1-13.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。