Humanitext Reader

新约圣经 · 哥林多后书 §11.1-11.33

防范假使徒的诱惑与以苦难为夸耀

第 11 段,共 13 段 · 希腊语

内容简介

保罗针对假使徒的诱惑为自己的使徒身份进行自卫,尽管极不情愿,他仍详述了自己为福音所承受的种种苦难、危险与软弱,并以此作为他真实使徒工作的凭证。

§11.1Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
愿你们宽容我这一点点愚妄;其实,你们确实在宽容我。
§11.2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ·
我为你们起的愤恨,原是神那样的愤恨;因为我曾把你们许配给一个丈夫,要把你们如同贞洁的童女献给基督。
§11.3φοβοῦμαι δὲ μή πως, ὡς "ὁ ὄφις ἐξηπάτησεν" Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος] τῆς εἰς τὸν χριστόν.
我只怕你们的心或偏于邪,失去那向基督所怀纯洁[和贞洁]的心,就像蛇用诡计诱惑了夏娃一样。
§11.4εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.
假如有人来宣扬另一个耶稣,不是我们所宣扬过的;或者你们接受另一个灵,不是你们所接受过的;或者接受另一个福音,不是你们所接受过的;你们倒能很好地宽容他。
§11.5λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·
但我想,自己没有一点赶不上那些“超级使徒”。
§11.6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει, ἀλλʼ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.
虽然我在言语上粗俗,但在知识上却不粗俗;相反,我们在各方面、在一切事上,都向你们表明了这一点。
§11.7Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
我贬低自己,好让你们被高举,因为我白白地传神的福音给你们,难道我这是犯了罪吗?
§11.8ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,
我剥削了别的教会,向他们拿了酬薪,来为你们服务。
§11.9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας·
我在你们那里缺乏的时候,并没有连累任何人;因为从马其顿来的弟兄们补足了我的缺乏。
καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
我向来在一切事上自守,不连累你们,将来也必如此。
§11.10ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαίας.
我指着在我里面的基督的真理说,这夸口在亚该亚一带地方是不会对我堵塞的。
διὰ τί;
为什么呢?
§11.11ὅτι οὐκ ἀγαπῶ ὑμᾶς;
因为我不爱你们吗?
ὁ θεὸς οἶδεν.
神知道。
§11.12Ὃ δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.
但我所做的,往后还要做,为的是要断绝那些寻找机会之人的机会,使他们在所夸耀的事上也被发现和我们一样。
§11.13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ·
因为这样的人是假使徒,行事诡诈,装作基督的使徒。
§11.14καὶ οὐ θαῦμα, αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός·
这也不足为奇,因为连撒但也装作光明的天使。
§11.15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
所以,他的差役若装作公义的差役,也不算什么大事。 他们的结局必然照着他们的行为。
§11.16Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· —εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι·
我再说,谁也不要把我看作愚妄人;纵然如此,也要把我当作愚妄人接纳,好让我也可以稍微夸口。
§11.17ὃ λαλῶ οὐ κατὰ κύριον λαλῶ, ἀλλʼ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
我说这话不是照着主说的,乃是像在愚妄中,凭着这夸口的自信说的。
§11.18ἐπεὶ πολλοὶ καυχῶνται κατὰ [τὴν] σάρκα, κἀγὼ καυχήσομαι.
既然有许多人凭着肉体夸口,我也要夸口。
§11.19ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·
你们既是聪明人,倒甘心乐意地宽容愚妄人。
§11.20ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
倘若有人强迫你们作奴隶,吞吃你们,强夺你们,侮慢你们,打你们的脸,你们倒能宽容。
§11.21κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν·
我说这话是羞辱自己,好像我们太软弱了。
ἐν ᾧ δʼ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
然而,人在何事上勇敢——我在愚妄中说——我也勇敢。
§11.22Ἐβραῖοί εἰσιν;
他们是希伯来人吗?
κἀγώ.
我也是。
Ἰσραηλεῖταί εἰσιν;
他们是以色列人吗?
κἀγώ.
我也是。
σπέρμα Ἀβραάμ εἰσιν;
他们是亚伯拉罕的后裔吗?
κἀγώ.
我也是。
διάκονοι Χριστοῦ εἰσίν;
他们是基督的差役吗?
§11.23παραφρονῶν λαλῶ, ὕπερ ἐγώ·
我狂妄地说,我更是。
ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις·
我比他们受劳苦更多,下监牢更多,受鞭打过重,冒死是多次的。
§11.24ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον, §11.25τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
被犹太人鞭打五次,每次四十减去一下;被棍打了三次,被石头打了一次,遇着船坏三次,一昼一夜在深海里。
ὁδοιπορίαις πολλάκις, §11.26κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,
屡次行远路,遭江河的危险、盗贼的危险、同族的危险、外邦人的危险、城里的危险、旷野的危险、海中的危险、假弟兄的危险。
§11.27κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
受劳碌、受艰苦,多次不得睡,又饥又渴,多次缺食,受寒冷,赤身露体。
§11.28χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μοι ἡ καθʼ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
除了这外面的事,还有天天压在我身上的事,就是为众教会挂心。
τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;
有谁软弱,我不软弱呢?
§11.29τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
有谁跌倒,我不焦急呢?
§11.30εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας [μου] καυχήσομαι.
我若必须夸口,就夸我关乎软弱的事。
§11.31ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
主耶稣的父神——那该受颂赞直到永远的——知道我不说谎。
§11.32ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με, §11.33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
在大马士革,亚勒达王手下的总督把守大马士革人的城,要捉拿我,我就从窗户中,在筐子里,从墙上被缒下去,脱离了他的手。

词汇与语法注释

  1. 11.1Ὄφελον ἀνείχεσθέ — 不变化词 ὄφελον(原为动词 ὀφείλω 的过去时)后接直说过去不完成时 ἀνείχεσθε,表示一个强烈的、未必能实现的愿望(“但愿你们能宽容”)。这与后面接续的命令式(或直说式)ἀνέχεσθέ 形成修辞上的对比。
  2. 11.5τῶν ὑπερλίαν ἀποστόλων — 副词 ὑπερλίαν(极度地、过分地)带冠词作形容词用,指代当时侵入哥林多教会的对手,带有一种强烈的反讽意味(“超级使徒”)。此属格在表示不及、逊色的动词 ὑστερηκέναι 之后,充当比较属格。
  3. 11.6φανερώσαντες — 第一不定过去时主动分词主格复数。由于主句中没有明确的动词,该分词在此处起到了类似主句动词的作用,或者作为表示强烈确信的独立分词使用,指代保罗自己(复数形式)。
  4. 11.21ὡς ὅτι — 复合连接词 ὡς ὅτι 用于引出某种主观认定或假设性的情况(“仿佛……”、“好像……一样”),使陈述带有讽刺意味,表示并非客观事实(“好像我们太软弱了”)。
  5. 11.23παραφρονῶν λαλῶ — 现在时主动分词 παραφρονῶν(发狂、失去理智)修饰动词 λαλῶ。这是一个插入口语,坦率而反讽地承认自己“像疯子般说话”,表达了他对不得不自我夸耀的极度厌恶与无奈。

引用这一段

新约圣经, 哥林多后书 §11.1-11.33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg008.humanitext-grc2:11.1-11.33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。