§10.1Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικίας τοῦ χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·
我保罗本人,亲自借着基督的温柔和宽容劝你们。 我就是在你们当中见面时是温顺的,不在你们那里时却对你们是勇敢的。
§10.2δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
我求你们,使我同你们在一起的时候,不至于用我所预备勇敢对待某些人的那种自信来放胆对待你们;那些人把我们看作是照着肉体行事的人。
§10.3Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα,—
因为我们虽然在肉体中行事,却不凭着肉体争战。
§10.4τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων,— §10.5λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ χριστοῦ,
因为我们争战的兵器本不是属肉体的,而是在神面前有能力,可以攻破坚坚固的营垒—— 攻破各样的计谋,和一切阻挡人认识神的那些自高之事,又将人所有的心意夺回,使他顺服基督。
§10.6καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
并且已经预备好了,等你们十分顺服的时候,要惩罚一切的不顺服。
§10.7Τὰ κατὰ πρόσωπον βλέπετε.
你们是看眼前的显明的事。
εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφʼ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ἡμεῖς.
倘若有人自信自己是属基督的,他自己就当再想想,他怎样属基督,我们也是怎样属基督的。
§10.8ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι,
我即便为我们的权柄稍微夸口,这权柄是主赐给我们为了建造你们,而不是为了毁灭你们的,我也不至于惭愧。
§10.9ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν·
我这话说完,免得你们以为我是要写信吓唬你们。
§10.10ὅτι Αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος.
因为有人说:“他的信又沉重又厉害,及至见面,身体却是软弱的,言语也是粗俗的。
§10.11τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ διʼ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
” 这等的人当想一想:我们不在你们那里的时候,信上的言语如何,我们在你们那里的时候,行事也必如何。
§10.12Οὐ γὰρ τολμῶμεν ἐνκρῖναι ἢ συνκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συνκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν.
因为我们不敢将自己和那自荐的人同列相比;他们用自己度量自己,用自己比较自己,乃是不通达的。
§10.13ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν· —
我们不愿意越过界限夸口,只要照神所分给我们的界限范围,这界限甚至延伸到了你们那里。
§10.14οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ· —
我们并非越过自己的界限,就像我们达不到你们那里一样;因为我们在基督的福音上,确实是先到了你们那里。
§10.15οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, §10.16εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
我们不越过界限,拿别人的劳碌夸口;但指望着你们信心增长的时候,我们的界限因着你们也得以大大扩展,甚至得以将福音传到你们以外的地方,并不是在别人的界限之内,拿别人现成的事夸口。
§10.17Ὁ δὲ
"καυχώμενος ἐν Κυρίῳ καυχάσθω· "
但“夸口的,当指着主夸口”。
§10.18οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλὰ ὃν ὁ κύριος συνίστησιν.
因为蒙悦纳的,不是自我推荐的人,而是主所推荐的人。