Humanitext Reader

希佩里德斯 · 葬礼演说 §25-34

为自由献身与战死者不朽的荣耀

第 4 段,共 5 段 · 希腊语

内容简介

演说者论证自治是幸福的基石,逝去英雄的功绩将代代流传备受赞扬,他们的死亡并非不幸,而是不朽的新生。

§25φέρει γὰρ πᾶσαν εὐδαιμονίαν ἄνευ τῆς αὐτονομίας.
因为没有自主,任何幸福都无法带来果实。
οὐ γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδʼ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλʼ ἔλεγχον, οὐδʼ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺς πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλʼ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι.
因为统治幸福者的不应当是个人的威胁,而应当是法律的声音;对自由人而言,令人畏惧的不应当是指控,而应当是证实;市民的安全不应当依赖于那些阿谀统治者并毁谤市民的人,而应当建立在对法律的信任之上。
§26ὑπὲρ ὧν ἁπάντων οὗτοι πόνους πόνων διαδόχους ποιούμενοι, καὶ τοῖς καθʼ ἡμέραν κινδύνοις τοὺς εἰς τὴν ἅπαντα χρόνον φόβους τῶν πολιτῶν καὶ τῶν Ἑλλήνων παραιρούμενοι, τὸ ζῆν ἀνήλωσαν εἰς τὸ τοὺς ἄλλους καλῶς ζῆν.
为了所有这些,这些人使劳苦接踵而至,用每日的危险消除了市民和希腊人对未来的恐惧,付出了生命,以使他人能够美好地生活。
§27διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλεπτοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον εὔνοιαν τὴν τῶν οὐκ ἀπολωλότων ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸν βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν εἰς αἰώνιον τάξιν μετηλλαχότων ἕξουσιν.
因为他们,父亲们变得荣耀,母亲们在市民中备受瞩目,姐妹们已经并且将要依法获得体面的婚姻,而孩子们将拥有那些并未消亡之人的美德——因为对于为了如此美好的事业而离开人世的人,是不允许使用这个名字(消亡)的,而应当使用那些将生命转化为永恒秩序之人的美德——作为对人民友好情谊的资粮。
§28εἰ γὰρ ὁ τοῖς ἄλλοις ὢν ἀνιαρότατος θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους οὐκ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης;
因为,如果对他人而言最痛苦的死亡,却成了他们伟大福祉的开端,那么不判定他们是幸运的,又怎能说是公正的呢? 或者,怎能不认为他们并非失去了生命,而是从一开始就产生了一种比最初的存在更美好的新生呢?
τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δʼ ἄνδρες ἀγαθοὶ γεγόνασιν.
因为那时他们还是孩子,缺乏理智,而现在他们已经成了优秀的男子汉。
§29καὶ τότε μὲν ἐν πολλῷ χρόνῳ καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴν ἀπέδειξαν· νῦν δʼ ἀπὸ ταύτης ἀρξαμένους ὑπάρχει γνωρίμους πᾶσι καὶ μνημονευτοὺς διὰ ἀνδραγαθίαν γεγονέναι.
那时,他们在漫长的时间里通过许多危险展现了美德;而现在,以此美德为起点,他们已为所有人熟知,并因其英勇而被铭记。
§30τίς γὰρ καιρὸς ἐν ᾧ τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν;
因为,有什么时候我们会不怀念他们的美德呢?
τίς τόπος ἐν ᾧ ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα;
有什么地方我们不会看到他们获得崇敬和最崇高的赞美呢?
πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς;
难道不是在城邦的公共福祉中吗?
ἀλλὰ τὰ διὰ τούτους γεγονότα τίνας ἄλλους ἢ τούτους ἐπαινεῖσθαι καὶ μνήμης τυγχάνειν ποιήσει;
但是,因他们而发生的事情,除了他们之外,还能让谁获得赞美和怀念呢?
ἀλλʼ οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις;
难道不是在个人的幸福中吗?
ἀλλʼ ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν.
正是凭借他们的美德,我们才能稳固地享受这些幸福。
§31παρὰ ποίᾳ δὲ τῶν ἡλικιῶν οὐ μακαριστοὶ γενήσονται;
在哪个年龄段的人中,他们不会被视为幸福的呢?
πότερον οὐ παρὰ τοῖς πρεσβυτέροις, οἳ ἄφοβον ἄξειν τὸν λοιπὸν βίον καὶ ἐν τῷ ἀσφαλεῖ γεγενῆςθαι νομίζουσι διὰ τούτους;
难道不是在长者中吗? 他们认为由于这些人,他们将毫无畏惧、安全地度过余生。
ἀλλʼ οὐ παρὰ τοῖς ἡλικιώταις;
难道不是在同辈人中吗?
τελευτὴ φ καλῶς ὠ παρὰ πο αι γεγον;
因为美妙的死已在……中发生。
ἀλλʼ οὐ παρὰ τοῖς νεωτέροις καὶ παισίν;
难道不是在年轻人和孩子们中吗?
§32ἔπειτα οὐ τὸν θάνατον ζηλώσουσιν αὐτῶν, καὶ αὐτοὶ σπουδάσουσιν μιμεῖσθαι ὡς παράδειγμα τὸν τούτων βίον, ἀνθʼ οὗ τὴν ἀρετὴν καταλελοίπασι;
然后,他们难道不会羡慕他们的死亡,并亲自努力效仿他们的生活作为典范吗? 作为回报,他们留下了美德。
§33οὐκοῦν ἄξιον εὐδαιμονίζειν αὐτοὺς ἐπὶ τοσαύτῃ τιμῇ;
因此,在如此巨大的荣誉面前,难道不应当祝福他们吗?
ἢ τίνες φοι λει Ἑλλην τῶν πε παρὰ πο τῆς Φρυγῶν κρατησάσης στρατείας ἐγκωμιασθήσεται;
或者……在希腊人中……关于战胜弗里吉亚人的远征,谁会被赞美呢?
δὲ τῆς ἐλ τάτοις ε ἅπασιν καὶ λόγοις καὶ ᾠδαῖς ἐπαιν §34ἀμφότερα γὰρ ε περὶ Λεωςθένους καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ.
……但是……对所有人……都将用言语和歌声来赞美…… 因为这两点都适用于莱奥斯提尼和在战争中牺牲的人。
εἰ μὲν γὰρ ἡδονῆς ἕνεκεν μνημονεύουσιν τὰς τοιαύτας καρτερίας, τί γένοιτʼ ἂν τοῖς Ἕλλησιν ἥδιον ἢ ἔπαινος τῶν τὴν ἐλευθερίαν παρασκευασάντων ἀπὸ τῶν Μακεδόνων;
因为,如果人们是为了快乐而记住这种忍耐,那么对于希腊人来说,还有什么比赞美那些从马其顿人手中争取到自由的人更令人快乐的呢?
εἰ δὲ ὠφελείας ἕνεκεν ἡ τοιαύτη μνήμη γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος καὶ τοὺς ἀγαθοὺς ἄνδρας;
如果这种记忆是为了益处,那么还有什么话语能比赞美美德和善士的话语更能有益于听众的心灵呢?

词汇与语法注释

  1. §25φέρει γὰρ πᾶσαν εὐδαιμονίαν ἄνευ τῆς αὐτονομίας — 关于动词 φέρει 的解释,有人假定存在脱漏如 οὐδὲν γὰρ φέρει(“因为什么也无法带来”),也有人将其理解为不及物动词“有用/有价值”,或及物动词“带来(负担)”。在此理解为在没有自主的情况下,任何幸福都“无法带来果实(或毫无用处)”。
  2. §27παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον εὔνοιαν τὴν τῶν οὐκ ἀπολωλότων ἀρετήν — 这是一个省略了连词和主动词的句式。主格 παῖδες 受后文的 ἕξουσιν 支配,而 ἐφόδιον 作为同位语(或 ἕξουσιν 的宾语补足语)发挥作用。τὴν τῶν οὐκ ἀπολωλότων ἀρετήν 是 ἕξουσιν 的直接宾语,意为孩子们将继承“并未消亡之人的美德”,作为赢得人民好意的资粮。
  3. §28ἀλλʼ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης — 延续疑问句 πῶς... οὐκ...(“怎么能不判定……呢?”)之下的间接陈述不定式结构(或省略了如 νομίζειν 的动词)。τῆς πρώτης ὑπαρξάσης 是比较属格,修饰比较级 καλλίω,指代“最初的存在/肉体的诞生”。
  4. §29νῦν δʼ ἀπὸ ταύτης ἀρξαμένους ὑπάρχει γνωρίμους πᾶσι — 非人称动词 ὑπάρχει(“可能/可以”)后接对格不定式结构。对格复数分词 ἀρξαμένους 指代逻辑上的主语(死者),表示以该美德(ἀπὸ ταύτης)为起点,他们变得为所有人熟知。
  5. §34ἀμφότερα γὰρ ε περὶ Λεωςθένους — 由于抄本损坏,仅残存一个字母“ε”,但在文意上需补入表示存在的动词如 ἔ隔或 ὑπάρχει,解释为“因为这两点(即快乐与益处)都适用于莱奥斯提尼……”。

引用这一段

希佩里德斯, 葬礼演说 §25-34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg006.humanitext-grc2:25-34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。