§frag_3#2ὁ δʼ ἀπεκρίνατο ὅτι ἑπτακόσια τάλαντα τὰ χρήματα εἶναι τηλικαῦτα αὐτὸς ἐν τῷ δήμῳ πρὸς ὑμᾶς εἰπών, ἀναφερομένων τριακοσίων ταλάντων καὶ πεντήκοντα ἀνθʼ ἑπτακοσίων, λαβὼν τὰ εἴκοσι τάλαντα οὐδένα λόγον ἐποιήσατο ἐν τῷ δήμῳ ἑπτακόσια φήσας εἶναι τάλαντα, νῦν τὰ ἡμίση ἀναφέρεις, καὶ ω ὅτι τοῦ ἀνενεχθῆναι εἰς ἀκρόπολιν ταῦτα τὰ πράγματα ονλι ἔκρινον τὸν οὔτʼ ἂν ἐπρίατο Ἅρπαλος τὰς φε οὔτʼ ἂν ἡ πόλις ἐν αἰτίαις καὶ διαβολαῖς ἦν.
而他回答说,这笔钱是七百塔兰同。 尽管他自已曾在公民大会上对你们说有如此巨大的数额,但当送上去的只有三百五十塔兰同而非七百时,收受了二十塔兰同的他却在公民大会上只字未提。 他曾说有七百塔兰同,(却没有抗议说)“现在你们只送上去了一半”,并且[……]对于将这些东西送上雅典卫城,[……]我判定,哈尔帕罗斯既买不通[……],城邦也不会处于指责和诽谤之中。
ἀλλὰ πάντων τούτων, ὦ Δημόσθενες ἐστίν μως ἐγ στους αἰσχυν νει χρυσίον γὰρ ὅτι νοιω του πεν ςτατῆρας ἔλαβε·
但是德摩斯梯尼啊,对于所有这些[……]。 因为关于金子,[……]收受了斯塔特金币。
σὺ δʼ ὁ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτʼ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι;
而你,通过法令设立了对他身体的看管,在看管松懈时既不予以纠正,在看管被废除时也不起诉责任人,难道你竟然显然是无偿地掌管了这个时机吗?
καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν;
难道哈尔帕罗斯给那些微不足道的演说家,即那些只会制造喧嚣和叫嚷的人,支付了金子,却唯独忽视了你这位整个国家事务的主管人吗?
καὶ τῷ τοῦτο πιστόν;
这对谁来说是可信的呢?
τοσοῦτον δʼ, ὦ ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς ἔοικεν, ὁμολογεῖν μὲν εἰληφέναι τὰ χρήματα, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν· καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν ἃ οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνεισται τὰ χρήματα εἰς τὴν διοίκησιν.
诸位裁判官,德摩斯梯尼对这件事是如此蔑视,或者更确切地说,如果必须坦白地说,是对你们和法律如此蔑视,以至于起初,他似乎承认收受了这笔钱,但辩称自已已将其提前借给你们用于观剧基金;而克诺修和他的其他朋友到处走动,说控告者们会强迫这个人公开他不愿公开的事,迫使他说出这笔钱已提前借给人民用于行政管理。
ἐπειδὴ δʼ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, ἀλλὰ καὶ τὸν δῆμον οἴοιτο δεῖν ἀναπιμπλάναι λέγων καὶ αἰτιώμενος, ὅτι Ἀλεξάνδρῳ χαριζομένη ἡ βουλὴ ἀνελεῖν αὐτὸν βούλεται· ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλʼ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δὴ ςκοποῦσιν ὅπως ἐκ παντὸς τρόπου ἐκποδὼν ποιήσουσιν.
但是,当你们中听闻此事的人对针对你们大众的言论更加愤怒时——仿佛他仅在私下收受贿赂还不够,还认为应该通过声称和指责议会为了取悦亚历山大而想要除掉他来玷污人民;就好像你们所有人都不知道,没有人会去除掉一个可以被收买的人,而是会千方百计地企图除掉那个既不能被说服也不能被金钱腐蚀的人。
κίνδυνος δʼ ὡς ἔοικεν ἐστίν, μὴ σύ, ὦ Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδοκίαν;
德摩斯梯尼啊,看来危险的是,你对贿赂是不可动摇且不可说服的吧?
μὴ νομίζετε δὲ διὰ τῆς τούτων δωροδοκίας τὰ τυχόντα τῶν πραγμάτων ἁλίςκεσθαι.
但不要以为,通过这些人的受贿,失去的只是无足轻重的国家事务。
οὐ γὰρ ἄδηλόν ἐστιν ὅτι πάντες οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, οὐδʼ ὅτι Φίλιππος τηλικοῦτος ἐγένετο ἐξ ἀρχῆς χρήματα διαπέμψας εἰς Πελοπόννησον καὶ Θετταλίαν καὶ τὴν ἄλλην Ἐλλάδα, καὶ τοὺς ἐν δυνάμει ὄντας ἐν ταῖς πόλεσιν καὶ προεστῶτας
因为很明显,所有图谋希腊事务的人都是通过武力夺取小城邦,而通过收买大城邦中拥有权力的人来控制大城邦;同样明显的是,腓力之所以从一开始就变得如此强大,也是因为向伯罗奔尼撒、色萨利以及希腊其他地方送钱,[收买了]各城邦中拥有权力和主持政务的人。