§frag_1## Frag. I
ἀλλʼ ἐγώ, ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω τουτὶ τὸ πρᾶγμα, εἰ δὴ νὴ Δία κατὰ Δημοσθένους μόνου τῶν ἐν τῇ πόλει μήτε οἱ νόμοι ἰσχύουσιν, οἱ κελεύοντες κύρια εἶναι ὅσα ἄν τις αὐτὸς καθʼ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθʼ ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλʼ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ ὁ δῆμος τούτου κελεύοντος καὶ μόνον οὐχ ἑκουσίως αὑτὸν ἀπολλύοντος καίτοι τὸ δίκαιον, ὦ ἄνδρες δικασταί, ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη.
## 残篇 I 但是,诸位裁判官,正如我刚才对身旁坐着的人所说的那样,令我感到惊异的是,如果凭宙斯起誓,在这座城市的所有人中,唯独对德摩斯梯尼一人,无论是法律——它规定凡是人自愿对自己作出的约束皆为有效——还是人民的决议——你们曾宣誓依据它来投出选票,且这决议并非德摩斯梯尼的任何敌人所写,而是他自己,人民也是在他的请求下、在他几乎是自愿毁灭自己的情况下通过的——都失去了效力。 然而,诸位裁判官,我认为我们对德摩斯梯尼的诉求是简单明了的。
ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται.
因为正如在私人诉讼中,许多事情是通过提出挑战(挑战书)来判决的一样,这件事情也已经得到了判决。
σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, οὑτωσί. ᾐτιάσατό σε, ὦ Δημόσθενες, ὁ δῆμος εἰληφέναι εἴκοσι τάλαντα ἐπὶ τῇ πολιτείᾳ καὶ τοῖς νόμοις.
诸位裁判官,请这样考虑:德摩斯梯尼啊,人民指控你为了危害宪政和法律而收受了二十塔兰同。
ταῦτα ςὺ ἔξαρνος ἐγένου μὴ λαβεῖν, καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῷ δήμῳ, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου
你否认收受了这笔钱,并在决议案中写下一份挑战书呈递给人民,将你受到指控的事项提交给阿雷奥帕古斯议会。
§frag_2## Frag. II
καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ ποῦ.
## 残篇 II 然而,你现在却诽谤议会,公示挑战书,并在其中质问你从哪里得到了金子,是谁给了你,以及在何处。
τελευτῶν δʼ ἴσως ἐρωτήσεις καὶ ὅτι ἐχρήσω λαβὼν τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν.
最后,你或许还会质问你拿到金子后作何用途,仿佛是在要求议会提供一份银行账目。
ἐγὼ δὲ τοὐναντίον ἡδέως ἂν παρὰ σοῦ πυθοίμην, τίνος ἂν ἕνεκα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἔφη ις ἀδίκως τατοχρυ φησι του ωτατις. ε δικαστ ἂν ἐνοι εσθαι ἐμ δικαίως τω ι
相反,我倒是很想从你那里得知,究竟为了什么,阿雷奥帕古斯议会才说[……不公地……金子……]而[……裁判官……公正地……]。