← ヒュペレイデス

デモステネス弾劾

§frag_1-frag_2

アレオパゴスへの委任とデモステネスの自己矛盾

告発者は、デモステネスが自らアレオパゴス評議会への調査委託を提案しておきながら、不利な結果が出ると評議会を誹謗し始めた矛盾を非難する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§frag_1

​Frag. I ἀλλʼ ἐγώ, ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω τουτὶ τὸ πρᾶγμα, εἰ δὴ νὴ Δία κατὰ Δημοσθένους μόνου τῶν ἐν τῇ πόλει μήτε οἱ νόμοι ἰσχύουσιν, οἱ κελεύοντες κύρια εἶναι ὅσα ἄν τις αὐτὸς καθʼ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα1 τοῦ δήμου, καθʼ ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλʼ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ ὁ δῆμος τούτου κελεύοντος καὶ μόνον οὐχ ἑκουσίως αὑτὸν ἀπολλύοντος2 καίτοι τὸ δίκαιον, ὦ ἄνδρες δικασταί, ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, οὑτωσί. ᾐτιάσατό σε, ὦ Δημόσθενες, ὁ δῆμος εἰληφέναι εἴκοσι τάλαντα ἐπὶ τῇ πολιτείᾳ καὶ τοῖς νόμοις. ταῦτα σὺ ἔξαρνος ἐγένου μὴ λαβεῖν,3 καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῷ δήμῳ, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου ​Frag. II καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ ποῦ. τελευτῶν4 δʼ ἴσως ἐρωτήσεις καὶ ὅτι ἐχρήσω λαβὼν τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δὲ τοὐναντίον ἡδέως ἂν παρὰ σοῦ πυθοίμην, τίνος ἂν ἕνεκα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἔφη ις ἀδίκως τατοχρυ φησι του ωτατις. ε δικαστ ἂν ἐνοι εσθαι ἐμ δικαίως τω ι

断片 I しかし、裁判員諸君、私が先ほど隣席の者たちにも言っていたまさにそのように、もし本当に、ゼウスにかけて、この都市の住民の中でデモステネスただ一人に対してのみ、法律――自らについて自ら定めた事柄はすべて有効であるべきだと命じているあの法律――も、民衆の決議――それに基づいてあなた方は投票を行うと誓い、しかもデモステネスの敵の誰も起草したのではなく彼自身が起草し、彼が自ら求め、ほとんど自ら進んで破滅を招くかのようにして民衆が決議したあの決議――も効力を持たないのだとしたら、私はこの事態に驚かざるを得ません。しかしながら、裁判員諸君、デモステネスに対する我々の理非は単純なものであると私は考えます。私的な告訴において多くの事柄が挑戦状(プロクレーシス)を通じて解決されるように、この事件もまたそのように解決されているからです。裁判員諸君、次のように考えてみてください。デモステネスよ、民衆は、あなたが国制と法律を害して二十タラントンを受け取ったと告発しました。これに対してあなたは受け取っていないと否定し、決議案の中に挑戦状を書いて民衆に提示し、あなたが嫌疑をかけられた事柄についてアレオパゴス評議会に委ねたのです。断片 II それなのに、あなたは挑戦状を公表し、その中で、どこから金を受け取ったのか、誰があなたに与えたのか、そしてどこで(受け取ったのか)と問い質すことで、評議会を中傷しています。最後にはおそらく、まるで評議会に銀行の帳簿(決算書)を要求するかのように、受け取った金を何に使ったのかとさえ問い質すことでしょう。しかし私は逆に、なぜアレオパゴス評議会が[…不当に…金…]と言ったのかを、[…裁判員…正当に…]あなたから喜んで尋ねたいものです。

構文注4 件
  1. frag_1εἰ δὴ νὴ Δία... μήτε οἱ νόμοι ἰσχύουσιν... μήτε τὰ ψηφίσματα

    主節の動詞 θαυμάζω(驚く)が導く条件節 εἰ。感情を表す動詞に続く εἰ は、しばしば「〜ということに(驚く)」という事実に対する驚きを表す名詞節のように機能する。

  2. frag_1τούτου κελεύοντος καὶ μόνον οὐχ ἑκουσίως αὑτὸν ἀπολλύοντος

    属格独立構文。τούτου(デモステネス)が分詞 κελεύοντος および ἀπολλύοντος の意味上の主語。μόνον οὐχ は「ほとんど〜も同然」を意味するイディオム。

  3. frag_1μὴ λαβεῖν

    否定の形容詞・動詞 ἔξαρνος ἐγένου(否定した)に続く不定詞。ギリシア語では否定の概念を含む動詞の後に、冗長な否定辞 μή を伴う不定詞が置かれて否定を補強するが、二重否定にはならず単一の否定(「受け取っていないこと」)を表す。

  4. frag_2τελευτῶν

    動詞 ἐρωτήσεις にかかる現在分詞 τελευτάω の副詞的・慣用的用法で、「最後には」「ついに」という意味を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0030.tlg005.humanitext-grc2:frag_1-frag_2