Humanitext Reader

希佩里德斯 · 为欧克塞尼普斯辩护 §34-41

矿山纠纷的先例与公正判决的要求

第 5 段,共 5 段 · 希腊语

内容简介

海佩里德斯引用矿山纠纷的先例,证明雅典人民尊重私有财产并严厉拒绝诬告,进而敦促法官们根据法律和誓言驳回针对尤克塞尼普斯的不法弹劾,做出公正的判决。

§34καὶ πρῶτον μὲν Τείσιδος τοῦ Ἀγρυλῆθεν ἀπογράψαντος τὴν Εὐθυκράτους οὐσίαν ὡς δημοσίαν οὖσαν, ἣ πλεόνων ἢ ἑξήκοντα ταλάντων ἦν, καὶ μετʼ ἐκείνην πάλιν ὑπισχνουμένου τὴν Θιλίππου καὶ Ναυσικλέους ἀπογράψειν, καὶ λέγοντος ὡς ἐξ ἀναπογράφων μετάλλων πεπλουτήκασι, τοσοῦτον οὗτοι ἀπέλιπον τοῦ προσέσθαι τινὰ τοιοῦτον λόγον ἢ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ὥστε τὸν ἐγχειρήσαντα συκοφαντεῖν αὐτοὺς εὐθὺς ἠτίμωσαν, τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταδόντες.
首先,当阿格吕莱的泰西斯登记价值六十多塔兰托的尤西克拉特的财产为公有财产时,并且在此之后又承诺要登记腓力和纳乌西克勒斯的财产,声称他们是通过未登记的矿山致富的,这些人绝不接受任何此类言论,也不觊觎他人的财产,以至于他们立即剥夺了企图诬告他们的人的公民权,甚至没有给他五分之一的选票。
§35τοῦτο δʼ, εἰ βούλει, τὸ πρώην ὑπὸ τῶν δικαστῶν πραχθὲν τοῦ ἐξελθόντος μηνὸς πῶς οὐ μεγάλου ἐπαίνου ἄξιόν ἐστι;
如果愿意的话,上个月法官们最近所做的那件事,怎能不值得大加赞赏呢?
φήναντος γὰρ Λυσάνδρου τὸ Ἐπικράτους μέταλλον τοῦ Παλληνέως ἐντὸς τῶν μέτρων τετμημένον, ὃ ἠργάζετο μὲν ἤδη τρία ἔτη, μετεῖχον δʼ αὐτοῦ οἱ πλουςιώτατοι σχεδόν τι τῶν ἐν τῇ πόλει, ὁ δὲ Λύσανδρος ὑπισχνεῖτο τριακόσια τάλαντα εἰςπράξειν τῇ πόλει (τοσαῦτα γὰρ εἰληφέναι αὐτοὺς ἐκ τοῦ μετάλλου)· §36ἀλλʼ ὅμως οἱ δικασταὶ οὐ πρὸς τὰς τοῦ κατηγόρου ὑποσχέσεις ἀποβλέποντες, ἀλλὰ πρὸς τὸ δίκαιον, ἔγνωσαν ἴδιον εἶναι τὸ μέταλλον, καὶ τῇ αὐτῇ ψήφῳ τάς τε οὐσίας αὐτῶν ἐν ἀσφαλείᾳ κατέστησαν, καὶ τὴν ὑπόλοιπον ἐργασίαν τοῦ μετάλλου ἐβεβαίωσαν.
当莱桑德指控帕勒涅的埃皮克拉特的矿山是在界限内开采时,该矿山已经开采了三年,城邦里几乎最富有的人都参与了其中,而莱桑德承诺为城邦收回三百塔兰托(因为他们已经从矿山中获取了这么多资金);但法官们并没有指望原告的承诺,而是着眼于正义,判定该矿山为私有财产,并以同样的投票使他们的财产处于安全状态,并确保了矿山的继续开采。
τοιγαροῦν αἱ καινοτομίαι πρότερον ἐκλελειμμέναι διὰ τὸν φόβον νῦν ἐνεργοί, καὶ τῆς πόλεως αἱ πρόσοδοι αἱ ἐκεῖθεν πάλιν αὔξονται, ἃς ἐλυμήναντό τινες τῶν ῥητόρων ἐξαπατήσαντες τὸν δῆμον καὶ δασμολογήσαντες τοὺς ἐκεῖθεν.
因此,以前因害怕而中止的新矿开采,现在变得活跃起来,城邦从那里获得的收入也再次增加,而这些收入曾被一些演说家通过欺骗人民和向那里的开采者征收重税而破坏。
§37ἔστι γάρ, ὦ ἄνδρες δικασταί, οὐχ οὗτος χρηστὸς πολίτης, ὅστις μικρὰ δοὺς πλείω βλάπτει τὰ κοινά, οὐδʼ ὅστις εἰς τὸ παραχρῆμα ἐξ ἀδίκου πορίσας κατέλυσε τῆς πόλεως τὴν ἐκ δικαίου πρόσοδον, ἀλλʼ ὅτῳ μέλει καὶ τῶν εἰς τὸν ἔπειτα χρόνον ὠφελίμων τῇ πόλει καὶ τῆς ὁμονοίας τῶν πολιτῶν καὶ τῆς δόξης τῆς ὑμετέρας·
法官先生们,一个好公民不是那种给予微小利益却给公共利益带来更大损害的人,也不是那种通过不正当手段临时筹措资金而摧毁城邦合法收入的人;相反,是一个既关心城邦未来利益,又关心公民和睦以及你们声誉的人。
ὧν ἔνιοι οὐ φροντίζουσιν, ἀλλὰ τῶν ἐργαζομένων ἀφαιρούμενοι πόρους φασὶ τούτους πορίζειν, ἀπορίαν ἐν τῇ πόλει παρασκευάζοντες.
有些人不关心这些,而是剥夺劳动者,声称在提供这些资源,实际上却在给城邦制造贫困。
ὅταν γὰρ ᾖ φοβερὸν τὸ κτᾶσθαι καὶ φείδεσθαι, τίς βουλήσεται κινδυνεύειν;
因为当获取和储蓄变得令人恐惧时,谁还会愿意承担风险呢?
§38τούτους μὲν οὖν ἴσως οὐ ῥᾴδιόν ἐστι κωλῦσαι ταῦτα πράττειν· ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ καὶ ἄλλους πολλοὺς σεσώκατε τῶν πολιτῶν ἀδίκως εἰς ἀγῶνας καταστάντας, οὕτω καὶ Εὐξενίππῳ βοηθήσατε, καὶ μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδενὸς ἀξίῳ καὶ εἰσαγγελίᾳ τοιαύτῃ, ᾗ οὐ μόνον οὐκ ἔνοχός ἐστιν, ἀλλὰ καὶ αὐτὴ παρὰ τοὺς νόμους ἐστὶν εἰσηγγελμένη, καὶ πρὸς τούτοις ὑπʼ αὐτοῦ τοῦ κατηγόρου τρόπον τινὰ ἀπολελυμένη.
因此,想要阻止他们这样做也许并非易事;但你们,法官先生们,就像你们曾拯救过许多其他被不公诉讼的公民一样,也请这样帮助尤克塞尼普斯,不要因为不值一提的事情和这样的弹劾而对他坐视不管,对于这种弹劾,他不仅不应承担责任,而且弹劾本身也是违背法律提起的,此外在某种程度上也已被原告自己撤销了。
§39εἰσήγγελκε γὰρ αὐτὸν Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ τῷ Ἀθηναίων.
因为波柳克托斯弹劾他是因为他从那些与雅典人民对抗的人那里收受钱财和礼物,并发表了不符合雅典人民最大利益的言论。
εἰ μὲν οὖν ἔξωθεν τῆς πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρʼ ὧν τὰ δῶρα εἰληφότα. Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῷ εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖς ὑπηρετοῦντας δίκην δοῦναι.
如果他指控是一些城外的人,尤克塞尼普斯从他们那里收受礼物并为他们效力,那么他本可以辩称,既然无法惩罚那些人,就必须惩罚在这里为他们服务的人。
νῦν δὲ Ἀθηναίους φησὶν εἶναι παρʼ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν.
但事实是,他说他收受礼物的对象是雅典人。
εἶτα σύ, ἔχων ἐν τῇ πόλει τοὺς ὑπεναντία πράττοντας τῷ δήμῳ, οὐ τιμωρῇ, ἀλλʼ Εὐξενίππῳ πράγματα παρέχεις;
那么你,既然城里有那些与人民对抗的人,你却不惩罚他们,反而来找尤克塞尼普斯的麻烦吗?
§40βραχὺ δʼ ἔτι εἰπὼν περὶ τῆς ψήφου ἧς ὑμεῖς μέλλετε φέρειν καταβήσομαι.
在简短地谈一谈你们即将投下的一票之后,我将结束发言。
ὅταν γὰρ μέλλητε, ὦ ἄνδρες δικασταί, διαψηφίζεσθαι, κελεύετε ὑμῖν τὸν γραμματέα ὑπαναγνῶναι τήν τε εἰσαγγελίαν καὶ τὸν νόμον τὸν εἰσαγγελτικὸν καὶ τὸν ὅρκον τὸν ἡλιαστικόν· καὶ τοὺς μὲν λόγους ἁπάντων ἡμῶν ἀφέλετε, ἐκ δὲ τῆς εἰσαγγελίας καὶ τῶν νόμων σκεψάμενοι ὅ τι ἂν ὑμῖν δοκῇ δίκαιον καὶ εὔορκον εἶναι, τοῦτο ψηφίσασθε.
法官先生们,当你们准备投票时,请命令书记官向你们宣读弹劾书、弹劾法以及赫利亚之誓;并把我们所有人的发言搁置一边,从弹劾书和法律中审视你们认为公正且符合誓言的内容,然后以此做出裁决。
§41ἐγὼ μὲν οὖν σοί, Εὐξένιππε, βεβοήθηκα ὅσα εἶχον.
至于我,尤克塞尼普斯啊,我已经尽我所能帮助了你。
λοιπὸν δʼ ἐστὶ δεῖσθαι τῶν δικαστῶν καὶ τοὺς φίλους παρακαλεῖν καὶ τὰ παιδία ἀναβιβάζεσθαι.
剩下要做的就是请求法官、召唤你的朋友们,并把孩子们带上法庭。

词汇与语法注释

  1. §34Τείσιδος ... ἀπογράψαντος ... καὶ μετʼ ἐκείνην πάλιν ὑπισχνουμένου ... καὶ λέγοντος — 这些均是以阿格吕莱的泰西斯(Τείσιδος)为逻辑主语的一系列属格绝对独立结构,与后文主句动词的主语(οὗτοι,指雅典人民)相对应。随后的习惯表达“τοσοῦτον ἀπέλιπον τοῦ”(后接不定式)意为“绝非……/离……相去甚远”,并引出表示结果的 ὥστε 从句。
  2. §35φήναντος γὰρ Λυσάνδρου — 词语 φήναντος(φαίνω 的不定过去时主动分词属格)构成属格绝对独立结构,在雅典法律中代表对矿山开采违法行为正式提起公诉(φάσις)。控告的对象是埃皮克拉特的矿山在法律规定的边界“内开采”(τετμημένον)。
  3. §37ἀλλʼ ὅτῳ μέλει καὶ τῶν εἰς τὸν ἔπειτα χρόνον ὠφελίμων — 无人称动词 μέλει 构型中,所关心的对象用属格表示(τῶν ... ὠφελίμων、τῆς ὁμονοίας、τῆς δόξης),而关心的人则用与格表示(ὅτῳ,等同于 οὗτος + ᾧ)。本句应理解为:“相反,[一个好的公民是] 关心将来对城邦有益的事物、[公民的和睦以及你们名声的] 人”。
  4. §38μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδενὸς ἀξίῳ — 动词 περιοράω(在此处为不定过去时禁止性虚拟语气 μὴ περιίδητε)通常接“人称宾格 + 分词”,意为“坐视/容忍某人遭受……”,但在此处它与介词短语 ἐπὶ πράγματι... 结合,表示“因不值一提的事情而对他坐视不管/抛弃他”。
  5. §39παρʼ ὧν τὰ δῶρα εἰληφότα Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς — 该短语是依附于前文条件从句“εἰ μὲν οὖν... ᾐτιᾶτο”(如果他曾指控……)的从属结构。宾格的 Εὐξένιππον 是不定式 συναγωνίζεσθαι 的逻辑主语,并带有与之相一致的宾格分词 εἰληφότα(λαμβάνω 的完成时主动分词),表示控告的具体内容:“尤克塞尼普斯收受了他们的礼物并为他们效力[如果他曾这样指控的话]”。

引用这一段

希佩里德斯, 为欧克塞尼普斯辩护 §34-41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg004.humanitext-grc2:34-41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。