§1ἀλλʼ ἔγωγε, ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω εἰ μὴ προσίστανται ἤδη ὑμῖν αἱ τοιαῦται εἰσαγγελίαι.
但是,法官们,正如我刚才对坐在我身边的人所说的那样,我感到惊讶的是,这种弹劾(eisangeliai)居然还没有让你们感到厌烦。
τὸ μὲν γὰρ πρότερον εἰσηγγέλλοντο παρʼ ὑμῖν Τιμόμαχος καὶ Λεωσθένης καὶ Καλλίστρατος καὶ Φίλων ὁ ἐξ Ἀναίων καὶ Θεότιμος ὁ Σηστὸν ἀπολέσας καὶ ἕτεροι τοιοῦτοι· καὶ οἱ μὲν αὐτῶν ναῦς αἰτίαν ἔχοντες προδοῦναι, οἱ δὲ πόλεις Ἀθηναίων, ὁ δὲ ῥήτωρ ὢν λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ.
因为以前在你们面前被弹劾的是提摩马科斯、莱奥斯提尼、卡利斯特拉托斯、阿奈亚的菲隆、失去塞斯托斯的狄奥提摩斯以及其他类似的人;他们中有人被指控背叛船只,有人被指控背叛雅典的城市,而身为雄辩家的人则被指控对人民说了非最妥当的话。
§2καὶ οὔτε τούτων πέντε ὄντων οὐδεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλʼ αὐτοὶ ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως, οὔτʼ ἄλλοι πολλοὶ τῶν εἰσαγγελλομένων, ἀλλʼ ἦν σπάνιον ἰδεῖν ἀπʼ εἰσαγγελίας τινὰ κρινόμενον ὑπακούσαντα εἰς τὸ δικαστήριον·
这五个人中没有一个人等待审判,而是自己逃离了城市,其他许多被弹劾的人也是如此;相反,很少能看到因弹劾而被起诉的人留下来接受法庭审判。
οὕτως ὑπὲρ μεγάλων ἀδικημάτων καὶ περιφανῶν αἱ εἰσαγγελίαι τότε ἦσαν.
当时,弹劾是针对如此重大且显而易见的罪行而设立的。
νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῇ πόλει πάνυ καταγέλαστόν ἐστιν.
但如今,城邦里发生的事情实在是非常滑稽。
§3Διογνίδης μὲν καὶ Ἀντίδωρος ὁ μέτοικος εἰσαγγέλλονται ὡς πλέονος μισθοῦντες τὰς αὐλητρίδας ἢ ὁ νόμος κελεύει, Ἀγασικλῆς δʼ ὁ ἐκ Πειραιέως ὅτι εἰς Ἁλιμουσίους ἐνεγράφη, Εὐξένιππος δʼ ὑπὲρ τῶν ἐνυπνίων ὧν φησιν ἑωρακέναι·
狄奥格尼德斯和外邦侨民安提多洛斯因以高于法律规定的价格出租笛女而被弹劾;比雷埃夫斯的阿加西克莱斯因为被登记在哈利穆斯区而受审;而尤克塞尼普斯则是为了他声称自己梦见的事情而被弹劾。
ὧν οὐδεμία δήπου τῶν αἰτιῶν τούτων οὐδὲν κοινωνεῖ τῷ εἰσαγγελτικῷ νόμῳ.
这些指控中没有一项与弹劾法有任何共同之处。
§4καίτοι, ὦ ἄνδρες δικασταί, ἐπὶ τῶν δημοσίων ἀγώνων οὐ χρὴ τοὺς δικαστὰς πρότερον τὰ καθʼ ἕκαστα τῆς κατηγορίας ὑπομένειν ἀκούειν, πρὶν ἂν αὐτὸ τὸ κεφάλαιον τοῦ ἀγῶνος καὶ τὴν ἀντιγραφὴν ἐξετάσωσιν εἰ ἔστιν ἐκ τῶν νόμων ἢ μή· οὐ μὰ Δία οὐχ ὥσπερ ἐν τῇ κατηγορίᾳ Πολύευκτος ἔλεγεν, οὐ φάσκων δεῖν τοὺς ἀπολογουμένους ἰσχυρίζεσθαι τῷ εἰσαγγελτικῷ νόμῳ, ὃς κελεύει κατὰ τῶν ῥητόρων αὐτῶν τὰς εἰσαγγελίας εἶναι περὶ τοῦ λέγειν μὴ [οὐ] τὰ ἄριστα τῷ δήμῳ, οὐ κατὰ πάντων Ἀθηναίων.
然而,法官们,在公诉案件中,法官们不应在审查诉讼的核心和起诉书是否符合法律之前,就耐心地听取控诉的具体细节;奉宙斯之名,绝不能像波吕克托斯在控诉中所说的那样,他声称被告不应该依靠弹劾法。 该法命令对雄辩家本人因对人民说非最妥当的话而进行弹劾,而不是针对所有雅典人。
§5ἐγὼ δὲ οὔτε πρότερον οὐδενὸς ἂν μνησθείην ἢ τούτου, οὔτε πλείους οἶμαι δεῖν λόγους ποιεῖσθαι περὶ ἄλλου τινὸς ἢ ὅπως ἐν δημοκρατίᾳ κύριοι οἱ νόμοι ἔσονται, καὶ αἱ εἰσαγγελίαι καὶ αἱ ἄλλαι κρίσεις κατὰ τοὺς νόμους εἰσίασιν εἰς τὸ δικαστήριον.
就我而言,我不会先提到任何其他事情,也不认为应该在任何其他问题上多费口舌,而应该关注在民主政体中如何使法律成为主权者,以及弹劾和其他审判如何依法进入法庭。
διὰ τοῦτο γὰρ ὑμεῖς ὑπὲρ ἁπάντων τῶν ἀδικημάτων, ὅσα ἔστιν ἐν τῇ πόλει, νόμους ἔθεσθε χωρὶς περὶ ἑκάστου αὐτῶν.
正是为了这个目的,你们针对城邦里存在的所有罪行,分别为其中每一项单独制定了法律。
§6ἀσεβεῖ τις περὶ τὰ ἱερά· γραφαὶ ἀσεβείας πρὸς τὸν βασιλέα.
如果有人在神圣事务上不敬,有针对国王执政官的不敬罪公诉。
— φαῦλός ἐστι πρὸς τοὺς ἑαυτοῦ γονεῖς· ὁ ἄρχων ἐπὶ τούτου κάθηται.
如果有人对自己的父母不孝,执政官便为此坐堂。
— παράνομά τις ἐν τῇ πόλει γράφει· θεσμοθετῶν συνέδριον ἔστι.
如果有人在城中提出违法法令,有法官(thesmothetae)的法庭。
— ἀπαγωγῆς ἄξια ποιεῖ· ἀρχὴ τῶν ἕνδεκα καθέστηκε.
如果有人做出应被逮捕的行为,设有十一管区长的官职。
— τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων ἁπάντων καὶ νόμους καὶ ἀρχὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκάστοις αὐτῶν ἀπέδοτε.
以同样的方式,对于所有其他罪行,你们都分配了适合它们各自的法律、官职和法庭。
§7ὑπὲρ τίνων οὖν οἴεσθε δεῖν τὰς εἰσαγγελίας γίγνεσθαι; τοῦτʼ ἤδη καθʼ ἕκαστον ἐν τῷ νόμῳ ἐγράψατε, ἵνα μὴ ἀγνοῇ μηδείς·
那么,你们认为应该对谁进行弹劾呢?
ἐάν τις,
φησί,
τὸν δῆμον τὸν Ἀθηναίων καταλύῃ· — εἰκότως, ὦ ἄνδρες δικασταί· ἡ γὰρ τοιαύτη αἰτία οὐ παραδέχεται σκῆψιν οὐδεμίαν οὐδενὸς οὐδʼ ὑπωμοσίαν, ἀλλὰ τὴν ταχίστην αὐτὴν δεῖ εἶναι ἐν τῷ δικαστηρίῳ· — §8ἢ
συνίῃ ποι ἐπὶ καταλύσει τοῦ δήμου ἢ ἑταιρικὸν συναγάγῃ, ἢ ἐάν τις πόλιν τινὰ προδῷ ἢ ναῦς ἢ πεζὴν ἢ ναυτικὴν στρατιάν, ἢ ῥήτωρ ὢν μὴ λέγῃ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνων
·
这一点你们已经依法逐条写下,以便无人不知:“如果有人,”法律说,“企图推翻雅典人民的民主政体;”——这是理所当然的,法官们;因为这样的指控不容许任何借口或宣誓延期,而必须以最快的速度提交法庭;——“或在任何地方密谋推翻民主政体,或组织党派,或者如果有人背叛城市、船只、陆军或海军,或者身为雄辩家,在接受钱财的同时,不对雅典人民说最妥当的话。
τὰ μὲν ἄνω τοῦ νόμου κατὰ πάντων τῶν πολιτῶν γράψαντες (ἐκ πάντων γὰρ καὶ τἀδικήματα ταῦτα γένοιτʼ ἄν), τὸ δὲ τελευταῖον τοῦ νόμου κατʼ αὐτῶν τῶν ῥητόρων, παρʼ οἷς ἔστιν καὶ τὸ γράφειν τὰ ψηφίσματα.
”法律的前半部分是针对所有公民写的(因为这些罪行可能由任何人犯下),而法律的最后部分则是针对雄辩家本人的,因为只有他们才有权起草法令。
§9ἐμαίνεσθε γὰρ ἄν, εἰ ἄλλον τινὰ τρόπον τὸν νόμον τοῦτον ἔθεσθε ἢ οὕτως· εἰ τὰς μὲν τιμὰς καὶ τὰς ὠφελίας ἐκ τοῦ λέγειν οἱ ῥήτορες καρποῦνται, τοὺς δὲ κινδύνους ὑπὲρ αὐτῶν τοῖς ἰδιώταις ἀνεθήκατε.
因为如果你们以其他方式制定这项法律,你们就是疯了:如果雄辩家们享受着因演说而带来的荣誉和利益,而你们却把其中的危险强加给普通公民。
ἀλλʼ ὅμως Πολύευκτος οὕτως ἐστὶν ἀνδρεῖος, ὥστε εἰσαγγελίαν διώκων οὐκ ἔφη δεῖν τοὺς φεύγοντας τῷ εἰσαγγελτικῷ νόμῳ χρῆσθαι.
然而,波吕克托斯竟如此大胆,以至于在进行弹劾起诉时,他竟然声称被告不应当使用弹劾法。