← ヒュペレイデス

エウクセニッポス擁護

§1-9

弾劾裁判の濫用批判と弾劾法の適用範囲

エウクセニッポスの弁護人は、重大な国家犯罪に限定されていたはずの弾劾裁判(エイサンゲリア)が、現代では些細な私事や夢といった不適切な問題に濫用されている現状を批判する。さらに弾劾法の条文を引き、この法が一般市民ではなく、法案を提案する権限を持つ弁論家を対象としていることを強調する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

ἀλλʼ ἔγωγε, ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω εἰ μὴ προσίστανται1 ἤδη ὑμῖν αἱ τοιαῦται εἰσαγγελίαι. τὸ μὲν γὰρ πρότερον εἰσηγγέλλοντο παρʼ ὑμῖν Τιμόμαχος καὶ Λεωσθένης καὶ Καλλίστρατος καὶ Φίλων ὁ ἐξ Ἀναίων καὶ Θεότιμος ὁ Σηστὸν ἀπολέσας καὶ ἕτεροι τοιοῦτοι· καὶ οἱ μὲν αὐτῶν ναῦς αἰτίαν ἔχοντες προδοῦναι, οἱ δὲ πόλεις Ἀθηναίων, ὁ δὲ ῥήτωρ ὢν λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ.

しかし、裁判員の皆さん、私が先ほど隣に座っている人たちに言っていたように、このような弾劾(エイサンゲリア)が、すでにあなたがたにとって不快になっていないのが私には不思議でなりません。というのも、以前は、ティモマコス、レオステネス、カリストラトス、アナイア出身のフィロン、セストスを失ったテオティモス、およびその他同種の人々があなたがたの前で弾劾されたからです。そして彼らのうち、ある者は船を、ある者はアテナイの都市を裏切ったという嫌疑をかけられ、ある者は弁論家でありながら民衆にとって最善でないことを語ったという嫌疑をかけられていました。

§2

καὶ οὔτε τούτων πέντε ὄντων οὐδεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλʼ αὐτοὶ ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως, οὔτʼ ἄλλοι πολλοὶ τῶν εἰσαγγελλομένων, ἀλλʼ ἦν σπάνιον ἰδεῖν ἀπʼ εἰσαγγελίας τινὰ κρινόμενον ὑπακούσαντα εἰς τὸ δικαστήριον· οὕτως ὑπὲρ μεγάλων ἀδικημάτων καὶ περιφανῶν αἱ εἰσαγγελίαι τότε ἦσαν. νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῇ πόλει πάνυ καταγέλαστόν ἐστιν.

そして、これら五人のうち誰も裁判を耐え忍ばず、自ら市外へ逃亡しましたし、他の多くの弾劾された者たちも同様でした。むしろ、弾劾によって起訴された者が召喚に応じて法廷に現れて裁判を受けるのを見ることは稀でした。それほどに、当時は弾劾が重大で明白な不正に対して行われていたのです。しかし、現在この市で起こっていることは、極めて滑稽極まるものです。

§3

Διογνίδης μὲν καὶ Ἀντίδωρος ὁ μέτοικος εἰσαγγέλλονται ὡς πλέονος μισθοῦντες τὰς αὐλητρίδας ἢ ὁ νόμος κελεύει, Ἀγασικλῆς δʼ ὁ ἐκ Πειραιέως ὅτι εἰς Ἁλιμουσίους ἐνεγράφη, Εὐξένιππος δʼ ὑπὲρ τῶν ἐνυπνίων ὧν φησιν ἑωρακέναι· ὧν οὐδεμία δήπου τῶν αἰτιῶν τούτων2 οὐδὲν κοινωνεῖ τῷ εἰσαγγελτικῷ νόμῳ.

ディオグニデスや在留外国人のアンティドロスは、法が命じているよりも高い報酬で女笛吹きを賃貸したという理由で弾劾され、ペイライエウス出身のアガシクレスは、ハリムスの区に登録されたという理由で、エウクセニッポスは、自分が見たと言っている夢のために弾劾されています。これらの告発理由のいずれも、弾劾法と何ら関わりがありません。

§4

καίτοι, ὦ ἄνδρες δικασταί, ἐπὶ τῶν δημοσίων ἀγώνων οὐ χρὴ τοὺς δικαστὰς πρότερον τὰ καθʼ ἕκαστα τῆς κατηγορίας ὑπομένειν ἀκούειν, πρὶν ἂν αὐτὸ τὸ κεφάλαιον τοῦ ἀγῶνος καὶ τὴν ἀντιγραφὴν ἐξετάσωσιν εἰ ἔστιν ἐκ τῶν νόμων ἢ μή· οὐ μὰ Δία οὐχ ὥσπερ3 ἐν τῇ κατηγορίᾳ Πολύευκτος ἔλεγεν, οὐ φάσκων δεῖν τοὺς ἀπολογουμένους ἰσχυρίζεσθαι τῷ εἰσαγγελτικῷ νόμῳ, ὃς κελεύει κατὰ τῶν ῥητόρων αὐτῶν τὰς εἰσαγγελίας εἶναι περὶ τοῦ λέγειν μὴ [οὐ] τὰ ἄριστα τῷ δήμῳ, οὐ κατὰ πάντων Ἀθηναίων.

しかしながら、裁判員の皆さん、公の裁判においては、裁判員は告発の個々の詳細を辛抱強く聞く前に、まず裁判のまさに核心および訴状が法律に基づいているか否かを吟味すべきです。ゼウスにかけて、告発の中でポリュエウクトスが言ったようなことはあってはなりません。彼は、被告たちが弾劾法を盾にするべきではないと主張しました。しかしその法律は、すべてのアテナイ人に対してではなく、まさに弁論家自身に対して、民衆にとって最善でないことを語ることについて弾劾を行うよう命じているのです。

§5

ἐγὼ δὲ οὔτε πρότερον οὐδενὸς ἂν μνησθείην ἢ τούτου, οὔτε πλείους οἶμαι δεῖν λόγους ποιεῖσθαι περὶ ἄλλου τινὸς ἢ ὅπως ἐν δημοκρατίᾳ κύριοι οἱ νόμοι ἔσονται, καὶ αἱ εἰσαγγελίαι καὶ αἱ ἄλλαι κρίσεις κατὰ τοὺς νόμους εἰσίασιν εἰς τὸ δικαστήριον. διὰ τοῦτο γὰρ ὑμεῖς ὑπὲρ ἁπάντων τῶν ἀδικημάτων, ὅσα ἔστιν ἐν τῇ πόλει, νόμους ἔθεσθε χωρὶς περὶ ἑκάστου αὐτῶν.

私は、何よりもまずこのことに言及したいですし、民主政において法律が主権を持ち、弾劾やその他の裁判が法に従って法廷に持ち込まれるようにすること以上に、多くの言葉を費やすべきことはないと考えています。というのも、それだからこそあなたがたは、この市にあるすべての不正行為に対して、それぞれ個別に法律を制定したのです。

§6

ἀσεβεῖ τις περὶ τὰ ἱερά· γραφαὶ ἀσεβείας πρὸς τὸν βασιλέα. — φαῦλός ἐστι πρὸς τοὺς ἑαυτοῦ γονεῖς· ὁ ἄρχων ἐπὶ τούτου κάθηται. — παράνομά τις ἐν τῇ πόλει γράφει· θεσμοθετῶν συνέδριον ἔστι. — ἀπαγωγῆς ἄξια ποιεῖ· ἀρχὴ τῶν ἕνδεκα καθέστηκε. — τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων ἁπάντων καὶ νόμους καὶ ἀρχὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκάστοις αὐτῶν ἀπέδοτε.

誰かが神聖な事柄に関して不敬を働くなら、王官のもとへの不敬罪の公訴があります。自分の親に対して不道徳であるなら、執政官がそのために控えています。誰かが市において違法な提案を行うなら、法制定官の合議体があります。現行犯逮捕に値することを行うなら、十一管区長の職が設けられています。同様の方法で、他のすべての不正行為に対しても、あなたがたはそれぞれに適した法律、政務官、法廷を割り当てたのです。

§7

ὑπὲρ τίνων οὖν οἴεσθε δεῖν τὰς εἰσαγγελίας γίγνεσθαι; τοῦτʼ ἤδη καθʼ ἕκαστον ἐν τῷ νόμῳ ἐγράψατε, ἵνα μὴ ἀγνοῇ μηδείς· ἐάν τις, φησί, τὸν δῆμον τὸν Ἀθηναίων καταλύῃ· — εἰκότως, ὦ ἄνδρες δικασταί· ἡ γὰρ τοιαύτη αἰτία οὐ παραδέχεται σκῆψιν οὐδεμίαν οὐδενὸς οὐδʼ ὑπωμοσίαν, ἀλλὰ τὴν ταχίστην4 αὐτὴν δεῖ εἶναι ἐν τῷ δικαστηρίῳ· — ἢ συνίῃ ποι ἐπὶ καταλύσει τοῦ δήμου ἢ ἑταιρικὸν συναγάγῃ, ἢ ἐάν τις πόλιν τινὰ προδῷ ἢ ναῦς ἢ πεζὴν ἢ ναυτικὴν στρατιάν, ἢ ῥήτωρ ὢν μὴ λέγῃ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνων· τὰ μὲν ἄνω τοῦ νόμου κατὰ πάντων τῶν πολιτῶν γράψαντες (ἐκ πάντων γὰρ καὶ τἀδικήματα ταῦτα γένοιτʼ ἄν), τὸ δὲ τελευταῖον τοῦ νόμου κατʼ αὐτῶν τῶν ῥητόρων, παρʼ οἷς ἔστιν καὶ τὸ γράφειν τὰ ψηφίσματα.

では、どのような事柄について弾劾が行われるべきだとあなたがたはお考えでしょうか。このことをあなたがたは、誰もが知るように、法の中に項目ごとに書き記しました。「もし誰かが、」と法は言います。「アテナイの民衆の政体を転覆させようとするなら。」――これは当然のことです、裁判員の皆さん。なぜなら、そのような嫌疑は、いかなる口実も、宣誓による引き延ばしも受け入れず、最も迅速に法廷に持ち込まれなければならないからです。――「あるいは、民衆の転覆のためにどこかで共謀するか、徒党を組織するか、あるいは誰かが都市、船、あるいは陸海軍を裏切るか、あるいは弁論家でありながら、賄賂を受け取ってアテナイの民衆にとって最善でないことを語るなら。」法の前の部分はすべての市民に対して書かれています(これらすべての不正は誰からでも起こり得るからです)。一方、法の最後の部分は、決議案を提案する権限を持つ、まさに弁論家自身を対象としています。

§9

ἐμαίνεσθε γὰρ ἄν,5 εἰ ἄλλον τινὰ τρόπον τὸν νόμον τοῦτον ἔθεσθε ἢ οὕτως· εἰ τὰς μὲν τιμὰς καὶ τὰς ὠφελίας ἐκ τοῦ λέγειν οἱ ῥήτορες καρποῦνται, τοὺς δὲ κινδύνους ὑπὲρ αὐτῶν τοῖς ἰδιώταις ἀνεθήκατε. ἀλλʼ ὅμως Πολύευκτος οὕτως ἐστὶν ἀνδρεῖος, ὥστε εἰσαγγελίαν διώκων οὐκ ἔφη δεῖν τοὺς φεύγοντας τῷ εἰσαγγελτικῷ νόμῳ χρῆσθαι.

なぜなら、もしあなたがたがこの法律をこれ以外の方法で制定していたとしたら、あなたがたは狂っていたことになるからです。もし、弁論から得られる名誉や利益は弁論家たちが享受し、それに関する危険は一般市民に押し付けるのだとしたら。しかしそれにもかかわらず、ポリュエウクトスは非常に大胆なので、弾劾を追及しておきながら、被告が弾劾法を利用すべきではないと言ったのです。

構文注5 件
  1. 1προσίστανται

    動詞 προσίστημι の中動態現在三人称複数形で、与格 ὑμῖν(あなたがたに)を伴って「胃にもたれる、不快感を与える、辟易させる」の意。裁判員たちが乱発される弾劾裁判に対して食傷気味になっているという文脈を示す。

  2. 3ὧν οὐδεμία δήπου τῶν αἰτιῶν τούτων

    関係代名詞属格 ὧν(中性複数、先行詞は前文の三つの起訴事例)と、名詞句 τῶν αἰτιῶν τούτων(女性複数)という二つの属格が並置されている。ὧν は「これら(の事件)のうち」という部分属格として機能し、τῶν αἰτιῶν τούτων は「これらの(具体的な)罪状」として οὐδεμία に係る。

  3. 4οὐ μὰ Δία οὐχ ὥσπερ

    二重否定による強い否定の強調。最初の οὐ は文全体(または前文の主張)を強く否定する独立の小辞で、μὰ Δία(ゼウスにかけて)を伴い、その後に本動詞に係る否定の οὐχ が続く。「ゼウスにかけて、〜のようであっては断じてならない」という強い排斥のニュアンスを表す。

  4. 7τὴν ταχίστην

    形容詞 ταχύς の女性対格単数形が副詞的に用いられた慣用表現で、「最も迅速に、ただちに」の意味。女性名詞 ὁδόν(道)の省略に由来するとされる。

  5. 9ἐμαίνεσθε γὰρ ἄν

    直説法未完了過去 ἐμαίνεσθε に助辞 ἄν が伴い、過去における反実仮想(または継続していた状態についての反実仮想)を表す。「もし(過去に法を別様に制定していたなら)あなたがたは狂っていたことだろう」という帰結節。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0030.tlg004.humanitext-grc2:1-9