Humanitext Reader

希佩里德斯 · 控告阿西诺根尼 §14-18

欺诈契约的无效与相关法律的援引

第 3 段,共 6 段 · 希腊语

内容简介

原告引用了多项具体法律——如在市场中禁止欺诈、卖方对有缺陷奴隶的责任、公正婚约下所生子女的嫡出身份,以及在强迫下订立的遗嘱无效等——以论证基于不公正和欺诈的契约在法律上是无效的。

§14ὁ μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ, πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων· σὺ δὲ ψευσάμενος ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατʼ ἐμοῦ ἔθου.
那么,第一条法律规定在市场中不得欺诈,我认为这是所有诫命中最美妙的一条;而你却在市场中央撒谎,订立了对我十分不利的契约。
ἐπεὶ ἐὰν δείξῃς προειπὼν ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν ἀντιλέγω σοι ἀλλʼ ὁμολογῶ ὀφείλειν.
因为如果你能证明,你曾事先向我说明了这些无尽合股和债务,或者在契约中写明了我后来发现的那些数额,我将不向你提出任何异议,而承认欠下这些债务。
§15μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν ὁμολογοῦντες ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν.
在此之后,还有另一条关于双方达成协议并缔结契约的法律,规定当有人出售奴隶时,如果奴隶有任何疾病,必须事先告知;如果不告知,则该奴隶可以退货。
καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν;
然而,如果因运气而产生的疾病在出售奴隶者不作说明时尚且可以退货,那么对于由你亲手设计和包装的欺诈行为,你怎么能不予收回呢?
ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.
更何况,一个有缺陷的奴隶并不会让购买者倾家荡产,但你卖给我的那个米达斯,甚至连我朋友们的财产都给破灭了。
§16σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν.
阿特诺格奈斯,你且想想,法律不仅对奴隶,而且对自由人的身体是如何规定的。
οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν.
你和所有其他人想必都知道,从正式订婚的妻子所生的孩子才是嫡出子。
ἀλλὰ μὴν οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους, καὶ οὐκ ἐάν τις ψευςάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά.
然而,立法者并不满足于女子仅由其父亲或兄弟订婚,而是在法律中明确写道,只有当有人“在公正的条件下”娶妻订婚时,她所生的孩子才是嫡出子;如果有人说谎,把其他女子冒充为女儿来订婚,则并非如此。
ἀλλὰ τὰς μὲν δικαίας ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.
这样,法律使公正的婚约有效,而使不公正的婚约无效。
§17ἔτι δὲ καὶ ὁ περὶ τῶν διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν τις βούληται πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα.
此外,关于遗嘱的法律也与这些非常相似:它允许一个人按照自己的意愿处分自己的财产,除非是由于年老、生病、疯狂,或听从女人,或处于监禁或强迫状态。
ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι;
既然甚至关于自己私人财产的不公正遗嘱都不能有效,那么阿特诺格奈斯针对我的财产所订立的这些契约,又怎么可能有效呢?
§18καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ ἄκυροι ἔσονται, εἰ δʼ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με δεῖ, ὃς ἔχω μεγίςτην βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι;
如果一个人听从自己妻子的劝诱而写下的遗嘱将是无效的,那么我听从了阿特诺格奈斯的情妇的劝诱,并且在这些人的逼迫下订立了这一契约,难道拥有法律所写明的最大救助的我,反而必须走向破灭吗?
εἶτα σὺ ταῖς συνθήκαις ἰςχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου ἐςημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προςλαμβάνειν τι ἀξιοῦτε.
然后你竟然还固守着你和你的情妇诱骗我签字盖印的契约,并且在法律命令你们承担阴谋罪责的事情上,你们还厚颜无耻地要求获得更多。
καὶ οὐχ ἱκανόν σοι ἦν τὰς τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου με ὥσπερ ὑπο κατειλημμένον
难道你为香水铺收取了四十米纳还嫌不够,还要像对待被套住的猎物一样,让我额外再承担五塔兰同的债务吗?

词汇与语法注释

  1. §14ἐπεὶ ἐὰν δείξῃς — 连接词 ἐπεί(因为)在此起因果连接作用,用以支持主句“我将不向你提出任何异议……”,并引导条件从句(ἐὰν δείξῃς),以强调如果被告能够证明事先已作告知,原告乐于主动承认债务。这暗含一种修辞上的对比:“因为如果你确实能证明(你当然不能),我就不会反对”。
  2. §15ἀναγωγὴ τούτου ἐστίν — 术语 ἀναγωγή 指雅典法律中对有缺陷商品(特别是奴隶)的“退货权”或“撤销交易”。如果卖方隐瞒了奴隶原有的疾病(ἀρρώστημα),买方有权取消交易。属格 τούτου 指代该有缺陷的奴隶或交易本身。
  3. §15οὐκ ἀναδεκτέον σοί ἐστιν — 动词形容词 ἀναδεκτέον(应予收回/承担)与表示行为者与格 σοί(由你)连用,构成非人称句。这里构成一个反问句:“难道不应当由你来收回吗?”,论证了对于故意制造的欺诈行为(ἀδικήματα),原主必须承担责任。动词 ἀναδέχομαι 意为接管或收回。
  4. §16ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα — 由关系代词 ἣν 引导的一般条件从句(结合 ἂν 与虚拟语气)。短语 ἐπὶ δικαίοις(在公正的条件下)增加了一个关键限制,表明仅有形式上的订婚(ἐγγύησις)是不够的,实质性的道德和法律公正才是确认嫡庶身份的必要条件。这作为类比,支持了原告关于契约有效性必须取决于公正的论点。
  5. §17πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα — 雅典法律中限制遗嘱有效性的著名排他性条款。它在语法上协调了多种不同的表达形式:带 ἕνεκεν 的属格(γήρως, νόσου, μανιῶν)、带分词的与格(γυναικὶ πειθόμενον),以及带对格分词的介词短语(ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα)。最后的对格分词 καταληφθέντα 与不定式 διατίθεσθαι 的隐含主语(对格)相一致。

引用这一段

希佩里德斯, 控告阿西诺根尼 §14-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg003.humanitext-grc2:14-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。