§7ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα.
看来,法官先生们,阴谋和大骗局正是在这里。
εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον·
因为如果我是为了他们的自由而付出这笔钱,我只会损失给他的那笔钱,而不会遭受其他灾祸。
εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν.
但如果我通过买卖契约买下他们,并在事先毫不知情的情况下,同意承担那些被说成微不足道的债务,且在合意中接纳了无尽合股的付款人——这正是他让我做的[那么我就陷入了万劫不复的深渊]。
§8ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον ἀνεγίγνωσκεν.
因为当他说完这些而我表示同意时,他立刻从自己的膝盖上拿出一份写好的文件读了起来。
ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ὃ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα.
这是与我订立的契约;当它被宣读时,我虽然在听,但一心急于办完我来的目的,于是契约立刻在同一栋房子里签字盖印,免得任何明理的人听到里面写的内容,同时和我一起登记了凯菲西亚的尼孔作为见证。
§9ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην.
我们来到香水铺,把文件存放在雷乌科诺恩的吕西克勒斯那里,我付清了四十米纳,完成了购买。
τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα.
这刚一结束,米达斯所欠的债权人以及无尽合股的付款人就纷纷向我走来,并与我交涉;在三个月内,所有的债务都暴露了出来,正如我刚才所说,连同无尽的债务在内,我的负担达到了大约五塔兰同。
§10ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν·
当我意识到自己处于何等糟糕的境地时,那时我才终于召集了朋友和亲属,我们一起阅读了契约的副本。
ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα,
καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.
在其中,盘卡洛斯和普罗克莱斯的名字确实被明确写出,并注明欠他们香水费,这些数额较小,且他们可以说作坊里的香水值这个钱;但大部分也是最大宗的债务并没有指名道姓地写出来,而是作为附加条款的一部分,仿佛它们微不足道似的,写着“以及如果米达斯还欠其他任何人任何东西”。
§11καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης]; , ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο.
此外,在无尽中,确实写明了一个,即[迪凯奥克拉特斯]的,还剩三次付款;这是写在迪凯奥克拉特斯名下的,但其他的,即米达斯已收齐全部款项、且属于新募集的无尽,他并没有写入契约中,而是隐瞒了。
§12βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι.
我们商议后决定去找他并与他理论。
καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα.
我们在香水铺附近截住他,质问他用谎言和契约陷害我们,且事先不告知债务,难道不感到羞耻吗?
ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων.
但他回答我们说,他既不知道我们所说的债务,也不想理会我们,并且他手里有针对我的契约文件。
πολλῶν δʼ ἀνθρώπων ςυλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγειν ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον.
由于对话是在市场上进行的,许多人聚集在一起旁听,他们把阿特诺格奈斯批得体无完肤,并怂恿我们把他当作奴隶拐骗犯抓起来,但我们认为不该这样做,而是根据法律将他传唤到你们面前。
πρῶτον μὲν οὖν ὑμῖν τὰς ςυνθήκας ἀναγνώσεται· ἐξ αὐτῶν γὰρ τῶν γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου.
因此,首先请向你们宣读这份契约;因为从契约文字本身,你们就能看出这个人的阴谋。
λέγε τὰς συνθήκας.
请宣读契约。
§13Συνθήκη
τὰ μὲν τοίνυν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε.
契约(宣读契约)那么,法官先生们,所发生的事情你们已经一件件听清楚了。
ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι.
阿特诺格奈斯一会儿就会对你们说,法律规定“一人与另一人所达成的一切合意皆为有效”。
τά γε δίκαια, ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι.
是的,我优秀的先生,那得是公正的合意;相反,不公正的合意,法律则禁止其有效。
ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω.
我将通过法律本身向你更清楚地证明这一点。
καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον.
因为你把我逼到了这种境地,让我如此害怕被你和你的狡黠所毁灭,以至于我不得不把其他所有事都放在一边,夜以继日地审查和研读法律。