§1αὐτήν.
她。
εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα, καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.
当我向她诉说所发生的事情,以及阿特诺格奈斯对我态度恶劣、不愿做出任何合理的妥协时,她说那个人一向如此,并劝我振作起来,因为她自己会为我全力协助。
§2καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας·
她用尽可能真挚的态度说着这些,并立下最庄严的誓言,声称自己确实是对我怀着好意、全凭真话。
ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι.
因此,法官先生们——因为我对你们不能不说真话——我竟然相信了这些。
οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν.
看来,爱情一旦得到女人的协助,就会让人丧失理智。
ἐκείνη γοῦν φενακίζουσα ἅπαντα ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.
至少,她一边玩弄所有这些花招,一边假借给女仆的名义,又为自己额外搜刮了三百德拉克马作为好意之礼。
§3ἴσως μὲν οὖν, ὦ ἄνδρες δικαςταί, οὐδὲν ὑπερθαύμαστόν με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε δὲ πορνοβοσκοῦσα εν οἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω ὄντα ἀνῄρηκεν.
因此,法官先生们,我落入安提戈娜这样的圈套,也许并不足为奇。 据人们说,她年轻时曾是女伴中最厉害的一个,此后一直经营妓院,甚至毁灭了肖利代区一个不亚于任何豪门的家产。
καίτοι ὅπου καθʼ ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεςθʼ αὐτὴν νῦν ἐννοεῖν, προςλαβοῦσαν συναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;
然而,当她单干时就能做出这样的勾当,如今她又得到了阿特诺格奈斯作为同伙——一个既是代笔诉讼作家、又是市场上的无赖,而最重要的是,还是个埃及人——你们以为她现在会在预谋些什么呢?
§4τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.
总之,长话短说,因为她后来又派人来找我,对我说她对阿特诺格奈斯费尽口舌,好不容易才说服他以四十米纳的价格将米达斯及其两个儿子释放给我,并催促我尽早备妥银钱,以免阿特诺格奈斯改变主意。
§5συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν.
于是我四处筹措,打扰了朋友们,在银行的桌上放下那四十米纳,然后前往安提戈娜处。
κἀκείνη ςυνήγαγεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους.
她把我们召集到同一个地方,即我和阿特诺格奈斯,使我们和解,并劝勉我们今后要和睦相处。
καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω.
我表示同意,而这位阿特诺格奈斯接过话说,对于已经办成的事,我应该感谢安提戈娜;“而且现在,”他说,“看在她的份上,我马上向你表明我将对你多好。
σὺ μὲν γάρ, ἔφη, τὸ ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς τοῦ Μίδου καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ αὐτοὶ μὴ ἐγχειρῶσι πονηρεύεσθαι μηδὲν διὰ τὸν φόβον.
因为你,”他说,“将为米达斯及其孩子们获得自由而支付这笔钱,但我将通过买卖契约把他们卖给你,这样首先,没人能来骚扰或带坏那个孩子,其次,他们自己也会因为有所畏惧而不敢作恶。
§6τὸ δὲ μέγιστον, νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν.
” “而且最重要的是,如果是现在这样,他们可能会觉得是因我而获得自由;但如果你通过买卖契约买下他们,然后以后在任何你认为合适的时候放他们自由,他们对你的感激就会加倍。
ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ·
不过,至于他们所欠的钱——比如欠盘卡洛斯和普罗克莱斯的香水费,以及常客在香水铺里存下的其他债务,如常有的那样——你,”他说,“都要承担。
ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται ῥᾳδίως.
但这完全是小数目,作坊里有远比这些更值钱的存货:香水、雪花石膏瓶、没药,”他又说了几个其他名字,“这些存货轻而易举就能把所有债务都抵消。 ”