- 底本
- Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0030.tlg003.humanitext-grc2:1-6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
語り手はアンティゴナの巧みな協力によってアテノゲネスとの交渉に臨む。アテノゲネスは奴隷ミダスとその息子の譲渡を提案し、香料店の些細な債務も同時に引き受けるよう語り手を誘導する。
αὐτήν. εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα, καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.
彼女に。私が彼女に、起こったことと、アテノゲネスが私に対して不親切であり、道理にかなった妥協を全く受け入れようとしないことを告げると、彼女はアテノゲネスがいつもそういう男なのだと言い、私には元気を出せと言いました。彼女自身が私のためにすべてを共に戦ってくれるというのです。
καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς1 λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν. ἐκείνη γοῦν φενακίζουσα ἅπαντα ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.
そして彼女は、できる限り真剣な態度を装い、最も厳かな誓いを立てながら、本当に私への好意を持って、かつ全くの真実に基づいて語っているのだと言いました。その結果、裁判員諸君――真実をあなた方に申し上げますが――私はこれを信じてしまったのです。このように、どうやら愛は、女の協力を得ると、人間の本性を狂わせるもののようです。現に彼女は、これらすべてにおいて私を欺きながら、女中のためと称して、好意の印としてさらに300ドラクマを自分の懐に巻き上げたのです。
ἴσως μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὐδὲν ὑπερθαύμαστόν με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι,2 γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε δὲ πορνοβοσκοῦσα εν οἶκον τοῦ Χολλίδου3 οὐδενὸς ἐλάττω ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθʼ ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεσθʼ αὐτὴν νῦν ἐννοεῖν, προσλαβοῦσαν συναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;
したがって、裁判員諸君、私がアンティゴナによってこのように手玉に取られたことは、おそらくそれほど驚くべきことではないかもしれません。彼女は、言われるところによれば、若い頃にはヘタイラたちの中で最も手強い女であり、その後も売春宿を経営し続け、コッリダイ区の誰にも劣らず大きな家を破滅させた女なのです。しかし、彼女が一人でいた時でさえこのようなことを行っていたというのに、今、アテノゲネスを――弁論作家であり、広場の男であり、何よりもエジプト人である男を――強力な助っ人として迎えた彼女が、何を企んでいるとお思いになりますか。
τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.
とにかく最後に、長話にならないよう手短に言いますが、彼女は後で再び私を呼び出し、アテノゲネスと多くの議論を重ねた末、ようやく彼を説得して、ミダスと二人の息子の両方を40ミナで私に解放させることに合意させた、と言いました。そして、アテノゲネスの気が変わる前に、私に大急ぎでお金を用意するようにと促しました。
συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη συνήγαγεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ, ἔφη, τὸ ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς τοῦ Μίδου καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει,4 ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ αὐτοὶ μὴ ἐγχειρῶσι πονηρεύεσθαι μηδὲν διὰ τὸν φόβον.
そこで私はあちこちから資金をかき集め、友人たちにも無理を言って頼み込み、銀行のテーブルの上に40ミナを置くと、アンティゴナのもとへ行きました。彼女は、私とアテノゲネスを同じ場所に集めて和解させ、今後は互いに良くし合うようにと勧めました。私もそのようにすると言い、ここにいるアテノゲネスが引き取ってこう言いました。これまでのことについて、私はアンティゴナに感謝すべきである、と。そして今、と彼は言いました。彼女のために、私があなたにどれほど親切にするかを今すぐ示そう。というのも、あなたはミダスとその子供たちの自由のために金を支払うことになるが、私は彼らを正式な売買契約によってあなたに譲渡しよう。そうすれば、第一に、誰もその少年を煩わせたり堕落させたりすることができなくなり、第二に、彼ら自身も恐怖心から何一つ悪事を企てようとしなくなるからだ。
τὸ δὲ μέγιστον, νῦν μὲν ἂν δόξειαν5 διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται ῥᾳδίως.
そして何よりも、今すぐに解放すれば、彼らは私のおかげで自由になったと思うかもしれない。しかし、もしあなたが正式な売買契約によって彼らを購入し、その後に、いつでもあなたの望む時に彼らを自由に解放してあげるなら、彼らはあなたに対して二倍の感謝を抱くことになるだろう。ただし、彼らが負っている借金――すなわちパンカロスとプロクレスに対するいくらかの香油の代金や、あるいは、よくあることだが、店に通う常連客の誰かが香料店に預けたその他の未払い金などは、あなたが引き受けることになる、と彼は言いました。それらはごくわずかな額だし、店にはそれらよりもはるかに価値のある商品、すなわち香油やアラバスター容器や没薬などがある、と言って、彼は他にもいくつかの名称を挙げました。それらによってこれらの債務はすべて容易に決済されるだろう、と。
- 2μετʼ εὐνοίας τῆς ἐμῆς
所有代名詞の形容詞形 ἐμῆς が客観的属格として機能しており、「私への好意(goodwill towards me)」を意味する。
- 3παιδαγωγηθῆναι
通常は「子供を教育する・養育する」の意だが、ここでは「手玉に取られる」「騙されて導かれる」という皮肉・比喩的意味で受動態不定詞として用いられている。
- 3οἶκον τοῦ Χολλίδου
写本の 'εν'(おそらく ἕνα の誤記、あるいは μὲν の一部)や、'τοῦ Χολλίδου'(ショリダイ区の住人、または人名)の解釈が分かれるが、いずれにせよ οἶκος は物理的な家だけでなく「家産・財産」を意味し、'滅ぼした' を意味する完了動詞 ἀνῄρηκεν の目的語となっている。
- 5ὠνῇ καὶ πράσει
与格表現。文字通りには「買いと売りによって」。アテナイ法における正式な売買契約を指す。
- 6ἂν δόξειαν
助辞 ἄν とアオリスト希求法 δόξειαν の組み合わせにより、「〜と思われるかもしれない」という潜在(potential optative)を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 原文 3 件
- 2026-11-15 AI校閲 — 訳文 2 件
