Humanitext Reader

安提丰 · 关于合唱队员案 §7-12

驳斥中伤与担任合唱队领班的始末

第 2 段,共 7 段 · 希腊语

内容简介

说话人批评控告者为了中伤而提出与谋杀案无关的针对城邦的虚假指控,并宣布将针对事件本身进行申辩。随后,他解释了自己被任命为塔尔盖里亚节合唱队领班(Choregos)的经过,以及在筹备初期如何将照看合唱队的任务委托给一位可靠的姻亲。

§7ἐγὼ δέ, ὦ ἄνδρες, οὐ τὴν αὐτὴν γνώμην ἔχω περὶ τῆς ἀπολογίας ἥνπερ οἱ κατήγοροι περὶ τῆς κατηγορίας.
诸位,然而我对辩护的想法,与控告者对控告的想法并不相同。
οὗτοι γὰρ τὴν μὲν δίωξιν εὐσεβείας ἕνεκά φασι ποιεῖσθαι καὶ τοῦ δικαίου, τὴν δὲ κατηγορίαν ἅπασαν πεποίηνται διαβολῆς ἕνεκα καὶ ἀπάτης, ὅπερ ἀδικώτατόν ἐστι τῶν ἐν ἀνθρώποις·
因为他们声称起诉是出于敬虔和正义,但他们进行整个控告却完全是出于中伤和欺骗,这在人类之中是最为不义的事。
καὶ οὐκ ἐλέγξαντες, εἴ τι ἀδικῶ, δικαίως με βούλονται τιμωρεῖσθαι, ἀλλὰ διαβαλόντες, καὶ εἰ μηδὲν ἀδικῶ, ζημιῶσαι καὶ ἐξελάσαι ἐκ τῆς γῆς ταύτης.
他们不是在证实我犯有任何过错后,希望我得到公正的惩罚,而是企图通过中伤,即使我毫无过错,也要对我课以惩罚并将我从这片土地上驱逐。
§8ἐγὼ δὲ ἀξιῶ πρῶτον μὲν περὶ αὐτοῦ τοῦ πράγματος ἀποκρίνεσθαι, καὶ διηγήσασθαι ἐν ὑμῖν τὰ γενόμενα πάντα· ἔπειτα περὶ τῶν ἄλλων ὧν οὗτοι κατηγοροῦσιν, ἐὰν ὑμῖν ἡδομένοις, βουλήσομαι ἀπολογήσασθαι.
但我要求首先就事件本身进行申辩,并在你们面前叙述所发生的一切事情;其次,关于他们指控的其他事情,如果你们乐意听取,我愿意进行辩护。
ἡγοῦμαι γὰρ ἐμοὶ τιμὴν καὶ ὠφέλειαν αὐτὰ οἴσειν, τοῖς δὲ κατηγόροις καὶ τοῖς ἐπηρεάζουσιν αἰσχύνην·
因为我认为这些事情会给我带来名誉和益处,但会给控告者和那些刁难我的人带来耻辱。
ἐπεί τοί γε καὶ δεινόν, ὦ ἄνδρες· ἵνα μὲν ἐξῆν αὐτοῖς, §9εἴ τι ἠδίκουν ἐγὼ τὴν πόλιν ἢ ἐν χορηγίᾳ ἢ ἐν ἄλλοις τισίν, ἀποφήνασι καὶ ἐξελέγξασιν ἄνδρα τε ἐχθρὸν τιμωρήσασθαι καὶ τὴν πόλιν ὠφελῆσαι, ἐνταῦθα μὲν οὐδεὶς πώποτε οἷός τε ἐγένετο αὐτῶν οὔτε μικρὸν οὔτε μέγα ἐξελέγξαι ἀδικοῦντα τόνδε τὸν ἄνδρα τὸ πλῆθος τὸ ὑμέτερον· ἐν δὲ τούτῳ τῷ ἀγῶνι, φόνου διώκοντες καὶ τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν, μηχανῶνται ἐπʼ ἐμοὶ λόγους ψευδεῖς συντιθέντες καὶ διαβάλλοντες τὰ εἰς τὴν πόλιν.
况且,诸位,这确实是一件奇特的事:在他们本可以做到这一点的场合—— 如果我在合唱队提供或任何其他事务中对城邦犯有任何过错,他们本可以通过揭露和证实它,既惩罚了一个仇敌,又使城邦受益,但在那里,他们中从未有人能够向你们的民众证实这个人在任何大大小小的事情上对城邦犯有罪过;然而在这场诉讼中,尽管他们是以谋杀罪起诉,而且法律规定只能针对事件本身进行控告,他们却通过编造虚假的故事和中伤我对城邦的所作所为来阴谋陷害我。
καὶ τῇ μὲν πόλει, εἴπερ ἀδικεῖται, κατηγορίαν ἀντὶ τιμωρίας ἀπονέμουσιν, αὐτοὶ δὲ οὗ τὴν πόλιν φασὶν ἀδικεῖσθαι, τούτου ἰδίᾳ ἀξιοῦσι δίκην λαμβάνειν.
对于城邦,如果它确实受到了侵害,他们给予的是指责而非惩罚;而他们自己,却要求在他们宣称城邦受到侵害的事情上,私下里获得惩罚的满足。
§10καίτοι αὗται αἱ κατηγορίαι οὔτε χάριτος ἄξιαι οὔτε πίστεως.
然而,这些控告既不值得感激,也不值得信任。
οὔτε γὰρ δὴ οὗ ἡ πόλις ἐλάμβανεν ἂν δίκην εἴ τι ἠδίκητο, ἐνταῦθα τὴν κατηγορίαν ποιεῖται, ὥστε χάριτος ἄξιον εἶναι τῇ πόλει· οὔτε ὅστις [οὐκ] ἄλλα κατηγορεῖ ἢ ἃ διώκει ἐν πράγματι τοιούτῳ, πιστεῦσαι δήπου αὐτῷ ἀξιώτερόν ἐστιν ἢ ἀπιστῆσαι.
因为他们并没有在城邦受到侵害时本可以进行惩罚的地方提出控告,因而无法赢得城邦的感激;而且在这样的大案中,对于一个控告的内容与他所起诉的罪名完全不符的人,我们显然更应该怀疑他而不是信任他。
ἐγὼ δὲ σχεδὸν ἐπίσταμαι τὴν ὑμετέραν γνώμην, ὅτι οὔτʼ ἂν καταψηφίσαισθε οὔτʼ ἂν ἀποψηφίσαισθε ἑτέρου τινὸς ἕνεκα μᾶλλον ἢ αὐτοῦ τοῦ πράγματος· ταῦτα γὰρ καὶ δίκαια καὶ ὅσια.
但我几乎深知你们的态度,即你们无论投票判定有罪还是无罪,都不会是因为事件本身之外的任何其他原因;因为这才是公正和敬虔的。
ἄρξομαι δὲ ἐντεῦθεν.
我将从这里开始。
§11ἐπειδὴ χορηγὸς κατεστάθην εἰς Θαργήλια καὶ ἔλαχον Παντακλέα διδάσκαλον καὶ Κεκροπίδα φυλὴν πρὸς τῇ ἐμαυτοῦ, [τουτέστι τῇ Ἐρεχθῇδι,] ἐχορήγουν ὡς ἄριστα ἐδυνάμην καὶ δικαιότατα.
当我被任命为塔尔盖里亚节的合唱队领班,并抽签分得潘塔克勒斯为指导老师、以及在我的本族[即埃雷克提斯部族]之外又分得凯克罗皮斯部族时,我尽我所能最完善、最公正地履行了合唱队领班的职责。
καὶ πρῶτον μὲν διδασκαλεῖον ᾗ ἦν ἐπιτηδειότατον τῆς ἐμῆς οἰκίας κατεσκεύασα, ἐν ᾧπερ καὶ Διονυσίοις ὅτε ἐχορήγουν ἐδίδασκον· ἔπειτα τὸν χορὸν συνέλεξα ὡς ἐδυνάμην ἄριστα, οὔτε ζημιώσας οὐδένα οὔτε ἐνέχυρα βίᾳ φέρων οὔτʼ ἀπεχθανόμενος οὐδενί, ἀλλʼ ὥσπερ ἂν ἥδιστα καὶ ἐπιτηδειότατα ἀμφοτέροις ἐγίγνετο, ἐγὼ μὲν ἐκέλευον καὶ ᾐτούμην, οἱ δʼ ἑκόντες καὶ βουλόμενοι ἔπεμπον.
首先,我在自己家中最为合适的地方准备了一个排练场,这正是我在酒神节担任合唱队领班时进行排练的场所;接着,我以最妥善的方式召集了合唱队,既没有对任何人课以罚款,也没有强行扣留抵押品,更没有怨恨任何人,而是以对双方来说最愉快、最合宜的方式,我发出指示和请求,他们则自愿且乐意地送来了孩子们。
§12ἐπεὶ δὲ ἧκον οἱ παῖδες, πρῶτον μέν μοι ἀσχολία ἦν παρεῖναι καὶ ἐπιμελεῖσθαι· ἐτύγχανε γάρ μοι πράγματα ὄντα πρὸς Ἀριστίωνα καὶ Φιλῖνον, ἃ ἐγὼ περὶ πολλοῦ ἐποιούμην, ἐπειδήπερ εἰσήγγειλα, ὀρθῶς καὶ δικαίως ἀποδεῖξαι τῇ βουλῇ καὶ τοῖς ἄλλοις Ἀθηναίοις.
当孩子们到来时,首先我没有空闲亲自到场并照看他们;因为我刚好有针对阿里斯提翁和菲利诺斯的诉讼事务,既然我已经提出了弹劾,我便极力向议会及其他雅典人正确且公正地证明这一点。
ἐγὼ μὲν οὖν τούτοις προσεῖχον τὸν νοῦν, κατέστησα δὲ ἐπιμελεῖσθαι, εἴ τι δέοι τῷ χορῷ, Φανόστρατον, δημότην μὲν τουτωνὶ τῶν διωκόντων, κηδεστὴν δʼ ἐμαυτοῦ, ᾧ ἐγὼ δέδωκα τὴν θυγατέρα, καὶ ἠξίουν αὐτὸν ὡς
因此,我将心思集中在这些事情上,并指定了法诺斯特拉托斯——他是这些起诉者的同区人,也是我的姻亲,我把女儿嫁给了他——在合唱队有任何需要时负责照看,并请求他……

词汇与语法注释

  1. §7τιμωρεῖσθαι — 动词 `τιμωρέομαι`(复仇、惩罚)虽为中动语态形式,但具有主动意义(“惩罚”),并支配宾格。在此处,宾格的 `με`(我)是其宾语,而主句的主语 `οὗτοι`(控告者们)作为该不定式的逻辑主语,整句意为“他们希望惩罚我”。
  2. §8ἐὰν ὑμῖν ἡδομένοις — 这是条件连词 `ἐάν` 后省略系动词(`ᾖ`)的结构。与格 `ὑμῖν` 与现在分词与格 `ἡδομένοις`(感到高兴、满意)相结合,构成惯用表达,意为“如果符合你们的心愿”或“如果你们愿意”。
  3. §9τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν — 在属格独立结构 `τοῦ νόμου οὕτως ἔχοντος`(法律如此规定)之后,接不定式短语 `εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν`(针对事件本身进行控告),用以具体说明法律的内容或目的(可视为省略了 `ὥστε`)。

引用这一段

安提丰, 关于合唱队员案 §7-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg006.humanitext-grc2:7-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。