§13ἄριστα ἐπιμελεῖσθαι·
……尽最善的努力照看。
ἔτι δὲ πρὸς τούτῳ δύο ἄνδρας, τὸν μὲν Ἐρεχθῇδος Ἀμεινίαν, ὃν αὐτοὶ οἱ φυλέται ἐψηφίσαντο συλλέγειν καὶ ἐπιμελεῖσθαι τῆς φυλῆς ἑκάστοτε, δοκοῦντα χρηστὸν εἶναι, τὸν δʼ ἕτερον. . . , τῆς Κεκροπίδος, ὅσπερ ἑκάστοτε εἴωθεν ταύτην τὴν φυλὴν συλλέγειν· ἔτι δὲ τέταρτον Φίλιππον, ᾧ προσετέτακτο ὠνεῖσθαι καὶ ἀναλίσκειν εἴ τι φράζοι ὁ διδάσκαλος ἢ ἄλλος τις τούτων, ὅπως ὡς ἄριστα χορηγοῖντο οἱ παῖδες καὶ μηδενὸς ἐνδεεῖς εἶεν διὰ τὴν ἐμὴν ἀσχολίαν.
此外,还指定了两个人:一个是埃雷克提斯部族的阿梅尼亚斯,他是部族成员自己投票选出、认为其贤能而在每次负责召集和照看部族的人;另一个是……,凯克罗皮斯部族的,他习惯于每次召集这个部族;此外,第四个是菲利普斯,他的任务是采购和支出指导老师或这些人中任何其他人指示的任何东西,以便孩子们能得到最好的照料,不致因我没有空闲而有任何匮乏。
§14καθειστήκει μὲν ἡ χορηγία οὕτω.
合唱队的运营体制就是这样确步的。
καὶ τούτων εἴ τι ψεύδομαι προφάσεως ἕνεκα, ἔξεστι τῷ κατηγόρῳ ἐξελέγξαι ἐν τῷ ὑστέρῳ λόγῳ ὅ τι ἂν βούληται [εἰπεῖν].
关于这些事,如果我为了寻找借口而说了什么谎话,控告者在随后的发言中完全可以反驳他想[说]的任何话。
ἐπεί τοι οὕτως ἔχει, ὦ ἄνδρες· πολλοὶ τῶν περιεστώτων τούτων τὰ μὲν πράγματα ταῦτα πάντα ἀκριβῶς ἐπίστανται, καὶ τοῦ ὁρκωτοῦ ἀκούουσι, καὶ ἐμοὶ προσέχουσι τὸν νοῦν ἅττα ἐγὼ ἀποκρίνομαι, οἷς ἐγὼ βουλοίμην ἂν δοκεῖν αὐτός τε εὔορκος εἶναι καὶ ὑμᾶς τἀληθῆ λέγων πεῖσαι ἀποψηφίσασθαί μου.
因为,诸位,事实确实如此:站在这里周围的许多人对所有这些事情都了如指掌,他们听到了誓言,也关注着我所回答的内容,我希望在他们面前显得自己信守了誓言,并通过诉说真理来劝说你们判我无罪。
§15πρῶτον μὲν οὖν ἀποδείξω ὑμῖν ὅτι οὔτʼ ἐκέλευσα πιεῖν τὸν παῖδα τὸ φάρμακον οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα καὶ οὐδὲ παρῆ ὅτʼ ἔπιεν.
首先,我将向你们证明,我既没有命令那孩子喝药,也没有强迫他,也没有给他,甚至当他喝药时我也不在场。
καὶ οὐ τούτου ἕνεκα ταῦτα σφόδρα λέγω, ὡς ἐμαυτὸν ἔξω αἰτίας καταστήσω, ἕτερον δέ τινα εἰς αἰτίαν ἀγάγω·
我极力强调这些,并不是为了摆脱自己的责任,进而将责任推卸给其他某个人。
οὐ δῆτα ἔγωγε, πλήν γε τῆς τύχης, ἥπερ οἶμαι καὶ ἄλλοις πολλοῖς ἀνθρώπων αἰτία ἐστὶν ἀποθανεῖν· ἣν οὔτʼ ἂν ἐγὼ οὔτʼ ἄλλος οὐδεὶς οἷός τʼ ἂν εἴη ἀποτρέψαι μὴ οὐ γενέσθαι ἥντινα δεῖ ἑκάστῳ. . . . "Μάρτυρες
" §16μεμαρτύρηται μὲν οὖν, ὦ ἄνδρες, περὶ τοῦ πράγματος ἃ ἐγὼ ὑμῖν ὑπεσχόμην·
绝非如此,除了命运之外,我认为命运是许多其他人死亡的原因;无论是利我也好,其他任何人也好,都无法阻止那必然发生在每个人身上的事情发生…… “证人” 诸位,关于事件,正如我向你们承诺的那样,证人已经作证。
ἐξ αὐτῶν δὲ τούτων χρὴ σκοπεῖν ἅ τε οὗτοι διωμόσαντο καὶ ἃ ἐγώ, πότεροι ἀληθέστερα καὶ εὐορκότερα.
正是从这些证词中,必须审视他们庄严宣誓的内容和我宣誓的内容,看哪一方更加真实、更符合誓言。
διωμόσαντο δὲ οὗτοι μὲν ἀποκτεῖναί με Διόδοτον βουλεύσαντα τὸν θάνατον, ἐγὼ δὲ μὴ ἀποκτεῖναι, μήτε χειρὶ ἐργασάμενος μήτε βουλεύσας.
因为他们宣誓说我谋划了死刑并杀害了迪奥多托斯,而我宣誓说我没有杀害他,既没有亲手所为,也没有进行谋划。
§17αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃς ἐκέλευσε πιεῖν τὸν παῖδα τὸ φάρμακον ἢ ἠνάγκασεν ἢ ἔδωκεν· ἐγὼ δὲ ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι· οὔτε γὰρ ἐκέλευσα οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα· καὶ ἔτι προστίθημι αὐτοῖς ὅτι οὐ παρεγενόμην πίνοντι.
他们根据这些事情提出指控,认为命令孩子喝药、强迫他或给他药的人应负有责任;但我将从他们指控我的这些事情本身证明,我是无罪的;因为我既没有命令,没有强迫,也没有给予;我还要向他们补充一点:当他药时我并不在场。
καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἐκέλευσα.
如果他们说,若是有人命令了就是犯了罪,那我没有犯罪,因为我没有命令。
καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἠνάγκασα.
如果他们说,若是有人强迫了就是犯了罪,那我没有犯罪,因为我没有强迫。
καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος· οὐ γὰρ ἔδωκα.
如果他们说,给予药物的人负有责任,那我没有责任,因为我没有给予。
§18αἰτιάσασθαι μὲν οὖν καὶ καταψεύσασθαι ἔξεστι τῷ βουλομένῳ· αὐτὸς γὰρ ἕκαστος τούτου κρατεῖ·
控告和造谣确实是任何想做的人都可以做到的,因为每个人自己都是这件事的主宰。
γενέσθαι μέντοι τὰ μὴ γενόμενα καὶ ἀδικεῖν τὸν μὴ ἀδικοῦντα οὐκ ἐν τοῖς τούτων λόγοις ἡγοῦμαι εἶναι, ἀλλʼ ἐν τῷ δικαίῳ καὶ τῷ ἀληθεῖ.
然而,让未发生的事变成发生、让没有犯罪的人变成犯罪,我认为这并不取决于他们的言词,而取决于正义和真理。
ὁπόσα μὲν γὰρ λάθρᾳ πράττεται καὶ ἐπὶ θανάτῳ βουλευθέντα, ὧν μή εἰσι μάρτυρες, ἀνάγκη περὶ τῶν τοιούτων ἐξ αὐτῶν τῶν λόγων τῶν τε τοῦ κατηγόρου καὶ τοῦ ἀποκρινομένου τὴν διάγνωσιν ποιεῖσθαι καὶ θηρεύειν καὶ ἐπὶ σμικρὸν ὑπονοεῖν τὰ λεγόμενα, καὶ εἰκάζοντας μᾶλλον ἢ σάφα εἰδότας ψηφίζεσθαι περὶ τῶν πραγμάτων·
因为凡是秘密进行并图谋杀害、且没有证人的所有事情,关于这些,必须根据控告者和答辩者双方的言词本身来做出判决,并寻查、怀疑所说之话的细枝末节,并且凭推测而非确切知晓来对事件进行投票。
§19ὅπου δὲ πρῶτον μὲν αὐτοὶ οἱ κατήγοροι ὁμολογοῦσι μὴ ἐκ προνοίας μηδʼ ἐκ παρασκευῆς γενέσθαι τὸν θάνατον τῷ παιδί, ἔπειτα τὰ πραχθέντα φανερῶς ἅπαντα πραχθῆναι καὶ ἐναντίον μαρτύρων πολλῶν, καὶ ἀνδρῶν καὶ παίδων, καὶ ἐλευθέρων καὶ δούλων, ἐξ ὧνπερ καὶ εἴ τίς τι ἠδίκηκε, φανερώτατος ἂν εἴη, καὶ εἴ τις μὴ ἀδικοῦντα αἰτιῷτο, μάλιστʼ ἂν ἐξελέγχοιτο.
然而在以下情况下:首先,控告者自己也承认孩子的死并非出于预谋或准备;其次,所做的一切都是公开进行的,且有许多证人在场,包括成年人和孩子们、自由人和奴隶们,正是通过他们,如果有人确实犯了罪,那将是最明显的,而如果有人指控一个没有犯罪的人,那他的谎言也将最彻底地被揭穿。