Humanitext Reader

安提丰 · 关于合唱队员案 §35-43

掩盖贪腐的阴谋与执政王拒不受理诉讼的合法性

第 6 段,共 7 段 · 希腊语

内容简介

说话者揭露了敌人们企图通过诬告其犯有杀人罪并剥夺其公共活动资格,来逃避对其贪腐追诉的阴谋。他进而论证执政王因任期时限不足而拒绝登记该诉讼是完全合法的,并指出敌人们在执政王卸任审计中未对其提出指控正是其合法性的铁证。

§35κατηγορήσειν ἔμελλον Ἀριστίωνος καὶ Φιλίνου καὶ Ἀμπελίνου καὶ τοῦ ὑπογραμματέως τῶν θεσμοθετῶν, μεθʼ οὗπερ συνέκλεπτον, περὶ ὧν εἰσήγγειλα εἰς τὴν βουλήν.
我原准备就我向议会弹劾的事项,指控阿里斯提翁、菲利努斯、安佩利努斯以及司法官的副书记——他们曾与他一同贪污。
καὶ αὐτοῖς ἐκ μὲν τῶν πεπραγμένων οὐδεμία ἦν ἐλπὶς ἀποφεύξεσθαι—τοιαῦτα ἄρʼ ἦν τὰ ἠδικημένα—· πείσαντες δὲ τούτους ἀπογράφεσθαι καὶ προαγορεύειν ἐμοὶ εἴργεσθαι τῶν νομίμων, ἡγήσαντο ταύτην σφίσιν ἔσεσθαι σωτηρίαν καὶ ἀπαλλαγὴν τῶν πραγμάτων ἁπάντων.
而在已发生的事实面前,他们毫无洗清罪名的希望——毕竟他们所犯下的罪行竟是如此严重——;但通过说服这些人提起指控,并宣布禁止我参与神圣仪式,他们认为这将是他们自身的救赎和摆脱所有麻烦的解脱。
ὁ γὰρ νόμος οὕτως ἔχει, §36ἐπειδάν τις ἀπογραφῇ φόνου δίκην, εἴργεσθαι τῶν νομίμων·
因为法律是这样规定的:每当有人因杀人罪被提起控告时,应被排除在神圣仪式之外。
καὶ οὔτʼ ἂν ἐγὼ οἷός τʼ ἦ ἐπεξελθεῖν εἰργόμενος τῶν νομίμων, ἐκεῖνοί τε ἐμοῦ τοῦ εἰσαγγείλαντος καὶ ἐπισταμένου τὰ πράγματα μὴ ἐπεξιόντος ῥᾳδίως ἔμελλον ἀποφεύξεσθαι καὶ δίκην οὐ δώσειν ὑμῖν ὧν ἠδίκησαν.
而我由于被排除在神圣仪式之外,将无法进行追诉,他们也因为我这个指控并了解内情的人无法起诉,而很容易逃脱惩罚,且不用为他们所犯的罪行向你们承担法律责任。
καὶ τοῦτʼ οὐκ ἐπʼ ἐμοὶ πρῶτον ἐμηχανήσαντο Φιλῖνος καὶ οἱ ἕτεροι, ἀλλὰ καὶ ἐπὶ Λυσιστράτῳ πρότερον, ὡς αὐτοὶ ὑμεῖς ἠκούσατε.
菲利努斯和他的同伙并非首先在我身上使出这一计谋,之前他们也曾对吕西斯特拉图斯用过此招,正如你们自己所听到的那样。
§37καὶ οὗτοι τότε μὲν πρόθυμοι ἦσαν ἀπογράφεσθαί με εὐθὺς τῇ ὑστεραίᾳ ᾗ ὁ παῖς ἐθάπτετο, πρὶν τὴν οἰκίαν καθῆραι καὶ τὰ νομιζόμενα ποιῆσαι, αὐτὴν ταύτην φυλάξαντες τὴν ἡμέραν ἐν ᾗ ἔμελλεν ὁ πρῶτος ἐκείνων κριθήσεσθαι, ὅπως μηδὲ καθʼ ἑνὸς αὐτῶν οἷός τε γενοίμην ἐπεξελθεῖν μηδʼ ἐνδεῖξαι τῷ δικαστηρίῳ τἀδικήματα·
当时,这些人急于在孩子下葬后的第二天立即对我提起指控,甚至还没来得及清理房屋和履行既定仪式,他们特意算准了这一天——恰好是他们中第一人将要接受审判的日子,从而使我无法对他们中的任何一人进行追诉,也无法向法庭揭发他们的罪行。
§38ἐπειδὴ δὲ αὐτοῖς ὁ βασιλεὺς τούς τε νόμους ἀνέγνω, καὶ χρόνους ἐπέδειξεν ὅτι οὐκ ἐγχωροίη ἀπογράψασθαι καὶ τὰς κλήσεις καλεῖσθαι ὅσας ἔδει, καὶ ἐγὼ τοὺς ταῦτα μηχανωμένους εἰσάγων εἰς τὸ δικαστήριον εἷλον ἅπαντας, καὶ ἐτιμήθη αὐτοῖς ὧν ὑμεῖς ἐπίστασθε, καὶ οὗτοι ὧν ἕνεκα ἐλάμβανον χρήματα οὐδὲν αὐτοῖς οἷόι τε ἦσαν ὠφελῆσαι, τότε δὴ προσιόντες αὐτῷ τʼ ἐμοὶ καὶ τοῖς φίλοις ἐδέοντο διαλλαγῆναι, καὶ δίκην ἕτοιμοι ἦσαν διδόναι τῶν ἡμαρτημένων.
但是,当执政王向他们宣读了法律,并指出已经没有足够的时间来登记诉讼和进行所有必要的传唤时,而我又将策划这些阴谋的人悉数带上法庭并全部定罪,并对他们判处了你们所知道的惩罚,且这些人也无法在他们收受钱财的事情上给他们提供任何帮助时,就在那时,他们找到我和我的朋友们,恳求和解,并准备为他们的过错承担赔偿责任。
§39καὶ ἐγὼ πεισθεὶς ὑπὸ τῶν φίλων διηλλάγην τούτοις ἐν τῇ πόλει ἐναντίον μαρτύρων, οἵπερ διήλλαττον ἡμᾶς πρὸς τῷ νεῷ τῆς Ἀθηνᾶς·
我在朋友们的劝说下,在城里、在雅典娜神庙旁,当着促成我们和解的证人们的面,与他们达成了和解。
καὶ μετὰ τοῦτο συνῆσάν μοι καὶ διελέγοντο ἐν τοῖς ἱεροῖς, ἐν τῇ ἀγορᾷ, ἐν τῇ ἐμῇ οἰκίᾳ, ἐν τῇ σφετέρᾳ αὐτῶν καὶ ἑτέρωθι πανταχοῦ.
在此之后,他们与我相处,并在神庙、广场、我的家中、他们自己的家里以及其他任何地方与我交谈。
§40τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετʼ ἐμοῦ ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτος ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρων μοι τῇ προτεραίᾳ συνόντας καὶ διαλεγομένους.
最后,哦,宙斯和诸位神明! 正是这位菲洛克拉特斯本人,在议事厅里、在议会面前,与我一同站在发言坛上,一边拉着我一边与我交谈,直呼我的名字,我也直呼他的名字,以至于议会在得知我已被这些人预先宣布排除在神圣仪式之外时,感到非常震惊,因为他们前一天还看到这些人与我相处并交谈。
§41σκέψασθε δὲ καί μοι μνήσθητε, ὦ ἄνδρες· ταῦτα γὰρ οὐ μόνον μάρτυσιν ὑμῖν ἀποδείξω, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων ἃ τούτοις πέπρακται, ῥᾳδίως γνώσεσθε ὅτι ἀληθῆ λέγω.
诸位,请替我考虑并记住这一点:因为我不仅要用证人向你们证明这些,而且通过他们自己所做的事情,你们也能很容易地知道我所说的是真话。
καὶ πρῶτον ἃ τοῦ βασιλέως κατηγοροῦσι καὶ διὰ τὴν ἐμὴν σπουδὴν οὔ φασιν ἐθέλειν αὐτὸν ἀπογράφεσθαι τὴν δίκην, τοῦτο δὴ κατʼ αὐτῶν τούτων ἔσται τεκμήριον ὅτι οὐκ ἀληθῆ λέγουσιν.
首先,关于他们对执政王的指控,声称由于我的奔走活动,执政王不愿登记受理此案,这本身就是证明他们没有说真话的有力铁证。
§42ἔδει μὲν γὰρ τὸν βασιλέα, ἐπειδὴ ἀπεγράψατο, τρεῖς προδικασίας ποιῆσαι ἐν τρισὶ μησί, τὴν δίκην δʼ εἰσάγειν τετάρτῳ μηνί, ὥσπερ νυνί·
因为执政王在登记受理指控后,必须在三个月内进行三次预备审讯,并在第四个月将案件提交法庭审理,正如现在这样。
τῆς δʼ ἀρχῆς αὐτῷ λοιποὶ δύο μῆνες ἦσαν, Θαργηλιὼν καὶ Σκιροφοριών.
但他的任期仅剩最后两个月,即塞尔革里翁和斯基罗福里翁。
καὶ οὔτʼ εἰσάγειν δήπου οἷός τʼ ἂν ἦν ἐφʼ ἑαυτοῦ, οὔτε παραδοῦναι φόνου δίκην ἔξεστιν, οὐδὲ παρέδωκεν οὐδεὶς πώποτε βασιλεὺς ἐν τῇ γῇ ταύτῃ.
他显然无法在自己的任期内开庭审理,而在本国法律中,将杀人案的审理权移交给后任是不允许的,也从未有任何一位执政王这样做过。
ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδʼ ἀπογράφεσθαι ἠξίου παρὰ τοὺς ὑμετέρους νόμους.
因此,对于一桩既无法在其任内开庭审理、又无法移交给后任的诉讼,他自然认为不应违反你们的法律予以登记受理。
§43καὶ ὅτι οὐκ ἠδίκει αὐτούς, μέγιστον σημεῖον· Φιλοκράτης γὰρ οὑτοσὶ ἑτέρους τῶν ὑπευθύνων ἔσειε καὶ ἐσυκοφάντει, τούτου δὲ τοῦ βασιλέως, ὅν φασι δεινὰ καὶ σχέτλια εἰργάσθαι, οὐκ ἦλθε κατηγορήσων εἰς τὰς εὐθύνας.
而他并没有亏待他们,这是最大的证据:因为这位菲洛克拉特斯对其他面临卸任审计的官员进行勒索和诬告,却从未在审计中去指控这位他们声称犯下了骇人听闻罪行的执政王。
καίτοι τί ἂν ὑμῖν μεῖζον τούτου τεκμήριον ἀποδείξαιμι, ὅτι οὐκ ἠδικεῖτο οὔθʼ ὑπʼ ἐμοῦ οὔθʼ ὑπʼ ἐκείνου;
可是,我还能向你们出示比这更强大的证据,来证明他既没有受到我的伤害,也没有受到执政王的伤害吗?

词汇与语法注释

  1. §35μεθʼ οὗπερ συνέκλεπτον — 动词 `συνέκλεπτον` 被解释为第三人称复数未完成过去时,主语是前面提到的阿里斯提翁、菲利努斯和安佩利努斯三人,表示他们“与副书记一同贪污”。若解释为第一人称单数(“我曾与副书记一同贪污”),则与说话者本人向议会发起弹劾(εἰσήγγειλα)这一事实相矛盾,故不予采用。
  2. §35εἴργεσθαι τῶν νομίμων — 雅典法律术语,指对被指控犯有杀人罪(ἀπογραφή)的被告人,禁止其参与宗教仪式、进入神庙或公民大会等公共场所的临时禁令。`εἴργεσθαι` 是中被动不定式,在此用于说明法律规定的内容。
  3. §38καὶ οὗτοι ὧν ἕνεκα ἐλάμβανον χρήματα οὐδὲν αὐτοῖς οἷόι τε ἦσαν ὠφελῆσαι — 指示代词 `οὗτοι` 在语境中指孩子的亲属(原告们),而与格 `αὐτοῖς` 指菲利努斯等人(向他们行贿的幕后使唆者)。尽管他们收受了钱财,但由于执政王因时间不足未予登记诉讼,他们无法为出资者提供任何实质帮助。
  4. §40ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο... — 结果连词 `ὥστε` 引导带不定式 `δόξαι` 的结果从句,其中嵌套了时间从句 `ἐπειδὴ ἐπύθετο...`。整个复合句结构说明,当议会事后得知先前已有禁止令时,对比前一天两人亲密的样子,感到了极大的荒谬与震惊(δεινόν)。
  5. §42ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδʼ ἀπογράφεσθαι ἠξίου — 在由关系代词 `ἥντινα` 引导的从句中,无人称动词 `ἐξῆν` 支配着两个并列的不定式 `εἰσάγειν` 和 `παραδοῦναι`。主句中的 `οὐδέ` 修饰 `ἠξίου`,论证了执政王的一个合乎逻辑的决定:既然该诉讼既无法在其任内开庭审理、又无法移交给后任,那么他就根本不应当予以登记受理。

引用这一段

安提丰, 关于合唱队员案 §35-43. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg006.humanitext-grc2:35-43

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。