Humanitext Reader

安提丰 · 第三四部曲 §3.1-3.7

关于先动手者与死因的控方第二辩词

第 3 段,共 4 段 · 希腊语

内容简介

在控方的第二轮辩词中,起诉方反驳了被告关于死者先动手的说法,指出年轻力壮的被告更有可能挑起暴力。此外,他们论证了死者的死亡是由被告的致命殴打直接导致的,而非由于医生的无能。

§3.1τοῦτόν τε οὐ θαυμάζω ἀνόσια δράσαντα ὅμοια οἷς εἴργασται λέγειν, ὑμῖν τε συγγιγνώσκω βουλομένοις τὴν ἀκρίβειαν τῶν πραχθέντων μαθεῖν τοιαῦτα ἀνέχεσθαι ἀκούοντας αὐτοῦ, ἃ ἐκβάλλεσθαι ἄξιά ἐστι.
这个人做出了不敬的勾当,又发表与其恶行相似的辩词,对此我并不感到惊讶。 我也宽恕你们,因为你们渴望了解事情的真相,才容忍听取他这些理应被逐出法庭的言论。
τὸν γὰρ ἄνδρα ὁμολογῶν τύπτειν τὰς πληγὰς ἐξ ὧν ἀπέθανεν, αὐτὸς μὲν τοῦ τεθνηκότος οὔ φησι φονεὺς εἶναι, ἡμᾶς δὲ τοὺς τιμωροῦντας αὐτῷ ζῶν τε καὶ βλέπων φονέας αὑτοῦ φησιν εἶναι.
因为他一方面承认自己殴打了那个人并致其死亡,另一方面却说自己不是死者的杀手,反倒说我们这些为死者复仇的、活生生看着这个世界的人,成了他自己的杀手。
θέλω δὲ καὶ τἆλλα παραπλήσια ἀπολογηθέντα τούτοις ἐπιδεῖξαι αὐτόν.
我还想表明,他的其他辩解也具有类似的性质。
§3.2εἶπε δὲ πρῶτον μέν, εἰ καὶ ἐκ τῶν πληγῶν ἀπέθανεν ὁ ἀνήρ, ὡς οὐκ ἀπέκτεινεν αὐτόν· τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, τοῦτον αἴτιον τῶν πραχθέντων γενόμενον καταλαμβάνεσθαι ὑπὸ τοῦ νόμου, ἄρξαι δὲ τὸν ἀποθανόντα.
他首先声称,即使那人死于殴打,他也没有杀他;因为他主张,挑起殴打并从而成为事端起因的人,才应当受到法律的惩处,而先动手的正是死者。
μάθετε δὴ πρῶτον μὲν ὅτι ἄρξαι καὶ παροινεῖν τοὺς νεωτέρους τῶν πρεσβυτέρων εἰκότερόν ἐστι·
那么,首先请了解,年轻人对年长者先动手并借酒施暴,是更为自然的事情。
τοὺς μὲν γὰρ ἥ τε μεγαλοφροσύνη τοῦ γένους ἥ τε ἀκμὴ τῆς ῥώμης ἥ τε ἀπειρία τῆς μέθης ἐπαίρει τῷ θυμῷ χαρίζεσθαι, τοὺς δὲ ἥ τε ἐμπειρία τῶν παροινουμένων ἥ τε ἀσθένεια τοῦ γήρως ἥ τε δύναμις τῶν νέων φοβοῦσα σωφρονίζει.
因为前者的出身自豪、体力鼎盛以及对酒精的缺乏经验,促使他们纵容自己的怒气;而后者的纵酒暴力经验、老年衰弱以及对年轻人力量的恐惧,则使他们保持克制。
§3.3ὡς δὲ οὐδὲ τοῖς αὐτοῖς ἀλλὰ τοῖς ἐναντιωτάτοις ἠμύνατο αὐτόν, αὐτὸ τὸ ἔργον σημαίνει.
然而,他并非用同样的手段,而是用截然相反的手段来“防卫”对方,这一事实本身已昭然若揭。
ὁ μὲν γὰρ ἀκμαζούσῃ τῇ ῥώμῃ τῶν χειρῶν χρώμενος ἀπέκτεινεν· ὁ δὲ ἀδυνάτως τὸν κρείσσονα ἀμυνόμενος, οὐδὲ σημεῖον οὐδὲν ὧν ἠμύνατο ὑπολιπών, ἀπέθανεν.
因为其中一人凭借双手的鼎盛力量杀死了对方;而另一人面对强者无力防卫,在死时甚至没有留下任何防卫的痕迹。
εἰ δὲ ταῖς χερσὶν ἀπέκτεινε καὶ οὐ σιδήρῳ, ὅσον αἱ χεῖρες τοῦ σιδήρου οἰκειότεραι τούτῳ εἰσί, τοσούτῳ μᾶλλον φονεύς ἐστιν.
如果他是用双手而非铁器杀人,那么,由于双手比铁器更属于他身体的一部分,他便更是一个杀人凶手。
§3.4ἐτόλμησε δὲ εἰπεῖν ὡς ὁ ἄρξας τῆς πληγῆς καὶ μὴ διαφθείρας μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστι· τοῦτον γὰρ βουλευτὴν τοῦ θανάτου φησὶ γενέσθαι.
他竟然还敢说,挑起殴打却未致人于死地的人,比实际杀死人的人更算得上是杀人凶手;因为他说,是前者成了死亡的策划者。
ἐγὼ δὲ πολὺ τἀναντία τούτων φημί.
但我所说的恰恰相反。
εἰ γὰρ αἱ χεῖρες ἃ διανοούμεθα ἑκάστῳ ἡμῶν ὑπουργοῦσιν, ὁ μὲν πατάξας καὶ μὴ ἀποκτείνας τῆς πληγῆς βουλευτὴς ἐγένετο, ὁ δὲ θανασίμως τύπτων τοῦ θανάτου·
因为如果我们的双手是听从我们各自意图的支配,那么打人而未致死的人,便是“殴打的策划者”;而给予致命一击的人,才是“死亡的策划者”。
ἐκ γὰρ ὧν ἐκεῖνος διανοηθεὶς ἔδρασεν, ὁ ἀνὴρ τέθνηκεν.
因为正是由于那个人意图并实施的行为,死者才丧了命。
ἔστι δὲ ἡ μὲν ἀτυχία τοῦ πατάξαντος, ἡ δὲ συμφορὰ τοῦ παθόντος.
而且,不幸属于打人者,而灾难属于受害者。
ὁ μὲν γὰρ ἐξ ὧν ἔδρασεν ἐκεῖνος διαφθαρείς, οὐ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀλλὰ τῇ τοῦ πατάξαντος χρησάμενος ἀπέθανεν· ὁ δὲ μείζω ὧν ἤθελε πράξας, τῇ ἑαυτοῦ ἀτυχίᾳ ὃν οὐκ ἤθελεν ἀπέκτεινεν.
因为后者因那个人的所作所为而毁灭,他不是因为自己的过错而死,而是因为打人者的过错而死;而前者做出了超出自己意愿的事,因自己的不幸杀死了自己不想杀的人。
§3.5ὑπὸ δὲ τοῦ ἰατροῦ φάσκων αὐτὸν ἀποθανεῖν, θαυμάζω ὅτι [οὐχ] ὑφʼ ἡμῶν τῶν συμβουλευσάντων ἐπιτρεφθῆναί φησιν αὐτὸν διαφθαρῆναι.
关于他声称那人因医生而死,我惊讶于他竟说,因为我们这些建议将他委托给医生的人,他才丧了命。
καὶ γὰρ ἂν εἰ μὴ ἐπετρέψαμεν, ὑπʼ ἀθεραπείας ἂν ἔφη διαφθαρῆναι αὐτόν.
因为如果我们不委托医生,他肯定又会说那人死于缺乏治疗。
εἰ δέ τοι καὶ ὑπὸ τοῦ ἰατροῦ ἀπέθανεν, ὡς οὐκ ἀπέθανεν, ὁ μὲν ἰατρὸς οὐ φονεὺς αὐτοῦ ἐστιν, ὁ γὰρ νόμος ἀπολύει αὐτόν, διὰ δὲ τὰς τούτου πληγὰς ἐπιτρεψάντων ἡμῶν αὐτῷ, πῶς ἂν ἄλλος τις ἢ ὁ βιασάμενος ἡμᾶς χρῆσθαι αὐτῷ φονεὺς εἴη ἄν;
然而,即使他确实因医生而死(事实上并非如此),医生也不是他的杀手,因为法律免除了医生的责任。 既然是因为这个人的殴打我们才将他委托给医生,那么除了强迫我们使用医生的人之外,还有谁能是杀手呢?
§3.6οὕτω δὲ φανερῶς ἐκ παντὸς τρόπου ἐλεγχόμενος ἀποκτεῖναι τὸν ἄνδρα, εἰς τοῦτο τόλμης καὶ ἀναιδείας ἥκει, ὥστʼ οὐκ ἀρκοῦν αὐτῷ ἐστιν ὑπὲρ τῆς αὑτοῦ ἀσεβείας ἀπολογεῖσθαι, ἀλλὰ καὶ ἡμᾶς, οἳ τὸ τούτου μίασμα ἐπεξερχόμεθα, ἀθέμιστα καὶ ἀνόσια δρᾶν φησι.
因此,在每一个层面上都被如此清楚地证实是他杀害了那个人之后,他竟然达到了如此大胆和厚颜无耻的地步,以至于他不仅为自己的不敬行为进行辩解,甚至还说我们这些追究其污染的人,正在做出非法和不敬的事。
§3.7τούτῳ μὲν οὖν πρέπει καὶ ταῦτα καὶ ἔτι τούτων δεινότερα λέγειν, τοιαῦτα δεδρακότι·
因此,对于做出了这种勾当的这个人来说,说出这些话乃至比这更恶劣的话也是相称的。
ἡμεῖς δὲ τόν τε θάνατον φανερὸν ἀποδεικνύντες, τήν τε πληγὴν ὁμολογουμένην ἐξ ἧς ἀπέθανε, τόν τε νόμον εἰς τὸν πατάξαντα τὸν φόνον ἀνάγοντα, ἀντὶ τοῦ παθόντος ἐπισκήπτομεν ὑμῖν, τῷ τούτου φόνῳ τὸ μήνιμα τῶν ἀλιτηρίων ἀκεσαμένους πᾶσαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστῆσαι.
但我们证明了死亡是昭然若揭的,致死的殴打是无可争议的,并且法律将杀人罪归咎于打人者,因此我们代表受害者向你们提出强烈要求:通过这个人的死亡来平息复仇神灵的愤怒,使整个城市从污染中恢复洁净。

词汇与语法注释

  1. §3.1τοῦτόν τε οὐ θαυμάζω — 宾格 τοῦτον 由分词 δράσαντα 修饰,随后接不定式 λέγειν。不定式 λέγειν 既可以作为 οὐ θαυμάζω 的补充不定式(“我不惊讶于他说出……”),也可以用来补充 ὅμοια οἷς εἴργασται 的意思。此处将其解释为一个连贯的结构,意为“我不惊讶于这个做出了不敬之事的人,发表与其行为相似的辩解”。
  2. §3.4τῆς πληγῆς βουλευτὴς — 名词 βουλευτής(“策划者、计划者”)支配属格(τῆς πληγῆς)。针对被告提出的“先动手打人者成了死亡的策划者”(βουλευτὴς τοῦ θανάτου)这一辩词,起诉方反驳道,仅仅动手打人而未致人于死地的人,只能是“殴打的策划者”(τῆς πληγῆς βουλευτής),从而在概念上进行了清晰的界定。
  3. §3.5ἐπιτρεψάντων ἡμῶν αὐτῷ — 属格独立结构(genitive absolute),其逻辑主语是 ἡμῶν。与格代词 αὐτῷ 指代被委托给医生的被害者。整个短语表示原因或背景:“因为我们把他委托给[医生]”。
  4. §3.7ἀκεσαμένους — 主要动词 ἐπισκήπτομεν 支配与格(ὑμῖν),并带有不定式(καταστῆσαι)。尽管该不定式的逻辑主语是与格的 ὑμῖν,但分词 ἀκεσαμένους 却用了宾格复数。这反映了不定式的逻辑主语在语法惯例上倾向于转为宾格的现象。

引用这一段

安提丰, 第三四部曲 §3.1-3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg004.humanitext-grc2:3.1-3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。