§2.1ὅτι μὲν βραχεῖς τοὺς λόγους ἐποιήσαντο, οὐ θαυμάζω αὐτῶν·
对于他们把辩词说得如此简短,我并不感到惊讶。
οὐ γὰρ ὡς μὴ πάθωσιν ὁ κίνδυνος αὐτοῖς ἐστιν, ἀλλʼ ὡς ἐμὲ μὴ δικαίως διʼ ἔχθραν διαφθείρωσιν.
因为他们的危险不在于他们自己是否会遭受伤害,而在于如何因私怨而不义地毁灭我。
ὅτι δʼ ἐξισοῦν τοῖς μεγίστοις ἐγκλήμασιν ἤθελον τὸ πρᾶγμα, οὗ ὁ ἀποθανὼν αὑτῷ αἴτιος καὶ μᾶλλον ἢ ἐγὼ ἐγένετο, εἰκότως ἂν ἀγανακτεῖν μοι δοκῶ.
但是,他们竟然企图将这一事件与最重大的罪行等同起来,——而关于此事件,死者自己所承担的责任甚至比我还要大,——我认为我理所当然应当感到愤慨。
ἄρχων γὰρ χειρῶν ἀδίκων, καὶ παροινῶν εἰς ἄνδρα πολὺ αὑτοῦ σωφρονέστερον, οὐχ αὑτῷ μόνον τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐμοὶ αἴτιος τοῦ ἐγκλήματος γέγονεν.
因为他动手挑起不义的暴力,并对一个比自己克制得多的男人醉酒施暴,不仅给他自己带来了灾难,也给我带来了罪名。
§2.2οἶμαι μὲν οὖν ἔγωγε οὔτε δίκαια τούτους οὔθʼ ὅσια δρᾶν ἐγκαλοῦντας ἐμοί.
因此,我认为这些人在指控我时,既不合乎正义,也不合乎神圣。
τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, εἰ μὲν σιδήρῳ ἢ λίθῳ ἢ ξύλῳ ἠμυνάμην αὐτόν, ἠδίκουν μὲν οὐδʼ οὕτως—οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα δίκαιοι οἱ ἄρχοντες ἀντιπάσχειν εἰσίν·
因为对于先动手打人的人,即使我用铁器、石头或木头来反击他,我哪怕这样也算不上不义。
—ταῖς δὲ χερσὶ τυπτόμενος ὑπʼ αὐτοῦ, ταῖς χερσὶν ἅπερ ἔπασχον ἀντιδρῶν, πότερα ἠδίκουν;
——因为挑起暴力的人,理所当然不应只承受相同的报复,而应当承受更大、更多的痛苦;——但我只是被他的双手殴打,并用自己的双手对我所遭受的虐待进行反击,难道这就成了不义吗?
§2.3εἶεν· ἐρεῖ δέ, “ἀλλʼ ὁ νόμος εἴργων μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἔνοχον τοῦ φόνου τοῖς ἐπιτιμίοις ἀποφαίνει σε ὄντα·
好吧,但他会说:“然而,法律禁止不论正当地还是不正当地杀人,这表明你应当承担杀人罪的惩罚,因为那人确实死了。
ὁ γὰρ ἀνὴρ τέθνηκεν. ” ἐγὼ δὲ δεύτερον καὶ τρίτον οὐκ ἀποκτεῖναί φημι.
”但我仍要第二次、第三次声明:我没有杀他。
εἰ μὲν γὰρ ὑπὸ τῶν πληγῶν ὁ ἀνὴρ παραχρῆμα ἀπέθανεν, ὑπʼ ἐμοῦ μὲν δικαίως δʼ ἂν ἐτεθνήκει—οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα οἱ ἄρξαντες δίκαιοι ἀντιπάσχειν εἰσί·
因为,如果那人因挨打而当场死亡,那他虽然死于我手,也是死得其所。
— §2.4νῦν δὲ πολλαῖς ἡμέραις ὕστερον μοχθηρῷ ἰατρῷ ἐπιτρεφθεὶς διὰ τὴν τοῦ ἰατροῦ μοχθηρίαν καὶ οὐ διὰ τὰς πληγὰς ἀπέθανε.
——因为挑起暴力的人,理所当然不应只承受相同的报复,而应当承受更大、更多的痛苦;—— 但事实是,在许多天之后,由于他被委托给了一位无能的医生,他是因为医生的无能而死,而非因为挨打而死。
προλεγόντων γὰρ αὐτῷ τῶν ἄλλων ἰατρῶν, εἰ ταύτην τὴν θεραπείαν θεραπεύσοιτο, ὅτι ἰάσιμος ὢν διαφθαρήσοιτο, διʼ ὑμᾶς τοὺς συμβούλους διαφθαρεὶς ἐμοὶ ἀνόσιον ἔγκλημα προσέβαλεν.
因为,尽管其他医生事先警告过他,如果接受这种治疗,即使本来可以治愈也会丧命,但由于你们这些出谋划策的人,他还是丧了命,并将这不敬的罪名转嫁到了我身上。
§2.5ἀπολύει δέ με καὶ ὁ νόμος καθʼ ὃν διώκομαι.
而且,我被起诉所依据的法律本身也宣告我无罪。
τὸν γὰρ ἐπιβουλεύσαντα κελεύει φονέα εἶναι.
因为法律规定,策划阴谋者才是杀人凶手。
ἐγὼ μὲν οὖν πῶς ἂν ἐπιβουλεύσαιμι αὐτῷ ὅ τι μὴ καὶ ἐπεβουλεύθην ὑπʼ αὐτοῦ;
那么,如果他没有先对我策划阴谋,我又怎能对他策划任何事情呢?
τοῖς γὰρ αὐτοῖς ἀμυνόμενος αὐτὸν καὶ τὰ αὐτὰ δρῶν ἅπερ ἔπασχον, σαφὲς ὃτι τὰ αὐτὰ ἐπεβούλευσα καὶ ἐπεβουλεύθην.
因为我用同样的手段反击他,做着与我所承受的完全相同的事,显而易见,我所策划的与我被策划的是完全一样的。
§2.6εἰ δέ τις ἐκ τῶν πληγῶν τὸν θάνατον οἰόμενος γενέσθαι φονέα με αὐτοῦ ἡγεῖται εἶναι, ἀντιλογισάσθω ὅτι διὰ τὸν ἄρξαντα αἱ πληγαὶ γενόμεναι τοῦτον αἴτιον τοῦ θανάτου καὶ οὐκ ἐμὲ ἀποφαίνουσιν ὄντα·
如果有人认为死亡是由殴打引起的,并因此认为我是杀害他的凶手,那么请他反过来想想:殴打既然是因为先动手的人而发生的,这便表明他是死亡的原因,而不是我。
οὐ γὰρ ἂν ἠμυνάμην μὴ τυπτόμενος ὑπʼ αὐτοῦ.
因为如果我没有被他殴打,我就不会反击。
ἀπολυόμενος δὲ ὑπό τε τοῦ νόμου ὑπό τε τοῦ ἄρξαντος τῆς πληγῆς, ἐγὼ μὲν οὐδενὶ τρόπῳ φονεὺς αὐτοῦ εἰμι, ὁ δὲ ἀποθανών, εἰ μὲν ἀτυχίᾳ τέθνηκεν, τῇ ἑαυτοῦ ἀτυχία κέχρηται—ἠτύχησε γὰρ ἄρξας τῆς πληγῆς—εἰ δʼ ἀβουλία τινί, τῇ ἑαυτοῦ ἀβουλίᾳ διέφθαρται·
由于得到了法律和先动手打人者的双重开脱,我绝非杀害他的凶手。 而死者,如果他是因为不幸而死,那他遭遇的是他自己的不幸,——因为先动手打人本身就是他的不幸;——如果是由于某种愚蠢,他也是被他自己的愚蠢所毁灭。
οὐ γὰρ εὖ φρονῶν ἔτυπτέ με.
因为他殴打我时,显然不是心智健全的。
§2.7ὡς μὲν οὖν οὐ δικαίως κατηγοροῦμαι, ἐπιδέδεικταί μοι·
因此,我已经证明了我是被不义地指控的。
ἐθέλω δὲ τοὺς κατηγοροῦντάς μου πᾶσιν οἷς ἐγκαλοῦσιν ἐνόχους αὐτοὺς ὄντας ἀποδεῖξαι.
但我还想表明,指控我的那些人自己才是他们所控告的一切罪行的化身。
καθαρῷ μέν μοι τῆς αἰτίας ὄντι φόνον ἐπικαλοῦντες, ἀποστεροῦντες δέ με τοῦ βίου ὃν ὁ θεὸς παρέδωκέ μοι, περὶ τὸν θεὸν ἀσεβοῦσιν· ἀδίκως δὲ θάνατον ἐπιβουλεύοντες τά τε νόμιμα συγχέουσι φονῆς τέ μου γίγνονται· ἀνοσίως δʼ ἀποκτεῖναι ὑμᾶς με πείθοντες καὶ τῆς ὑμετέρας εὐσεβείας †αὐτοὶ φονῆς† εἰσί.
他们对罪责清白的我冠以杀人罪名,并企图剥夺神赐予我的生命,这是对神明的不敬;他们不义地企图致我于死地,不仅颠覆了法律,也成了我的杀人凶手;而他们不敬地教唆你们处死我,也成了你们虔敬之心的毁灭者。
§2.8τούτοις μὲν οὖν ὁ θεὸς ἐπιθείη τὴν δίκην· ὑμᾶς δὲ χρὴ τὸ ὑμέτερον σκοποῦντας ἀπολῦσαί με μᾶλλον ἢ καταλαβεῖν βούλεσθαι.
因此,愿神将惩罚降在这些人身上;而你们应当考虑自身的利益,宁可选择宣告我无罪,也不要选择判我有罪。
ἀδίκως μὲν γὰρ ἀπολυθείς, διὰ τὸ μὴ ὀρθῶς ὑμᾶς διδαχθῆναι ἀποφυγών, τοῦ μὴ διδάξαντος καὶ οὐχ ὑμέτερον τὸν προστρόπαιον τοῦ ἀποθανόντος καταστήσω· μὴ ὀρθῶς δὲ καταληφθεὶς ὑφʼ ὑμῶν, ὑμῖν καὶ οὐ τούτῳ τὸ μήνιμα τῶν ἀλιτηρίων προστρέψομαι.
因为,如果我被不义地无罪释放,因你们未得到正确的告知而逃脱惩罚,我将使死者的复仇神灵去缠住那未正确告知你们的人,而不是你们;但如果我被你们错误地判处有罪,我将把复仇神灵的愤怒引向你们,而不是引向他。
§2.9ταῦτʼ οὖν εἰδότες, τουτοισὶ τὸ ἀσέβημα τοῦτο ἀναθέντες, αὐτοί τε καθαροὶ τῆς αἰτίας γένεσθε, ἐμέ τε ὁσίως καὶ δικαίως ἀπολύετε·
因此,既然明白了这些,就把这不敬之罪归在这些人身上,使你们自己免受指责,并虔敬而正义地宣告我无罪。
οὕτω γὰρ ἂν καθαρώτατοι πάντες οἱ πολῖται εἴημεν.
因为这样一来,所有的公民都将处于最洁净的状态。