§4.1ὁ μὲν ἀνήρ, καταγνοὺς αὐτὸς αὑτοῦ, ἀλλὰ τὴν σπουδὴν τῶν κατηγόρων φοβηθείς, ὑπαπέστη· ἡμῖν δὲ τοῖς φίλοις ζῶντι ἢ ἀποθανόντι εὐσεβέστερον ἀμύνειν αὐτῷ.
那个人并非因为判定自己有罪,而是因为害怕原告们的步步紧逼,才悄然逃走;但对于我们这些朋友来说,无论他活着还是死去,为他辩护都是更为虔敬的义务。
ἄριστα μὲν οὖν αὐτὸς ἂν ὑπὲρ αὑτοῦ ἀπελογεῖτο· ἐπεὶ δὲ τάδε ἀκινδυνότερα ἔδοξεν εἶναι, ἡμῖν, οἷς μέγιστον ἂν πένθος γένοιτο στερηθεῖσιν αὐτοῦ, ἀπολογητέον.
他自己来作辩护固然是最好的;但既然现在这样看来更为安全,那么对于我们这些失去他将遭受最大悲痛的人来说,就必须代其进行辩护。
§4.2δοκεῖ δέ μοι περὶ τὸν ἄρξαντα τῆς πληγῆς τὸ ἀδίκημα εἶναι.
在在我看来,不法行为存在于先动手打人的一方。
ὁ μὲν οὖν διώκων οὐκ εἰκόσι τεκμηρίοις χρώμενος τοῦτον τὸν ἄρξαντά φησιν εἶναι.
因此,原告使用不切实际的论据,声称这个人是先动手的人。
εἰ μὲν γὰρ ὥσπερ βλέπειν μὲν τοῖν ὀφθαλμοῖν, ἀκούειν δὲ τοῖς ὠσίν, οὕτω κατὰ φύσιν ἦν ὑβρίζειν μὲν τοὺς νέους, σωφρονεῖν δὲ τοὺς γέροντας, οὐδὲν ἂν τῆς ὑμετέρας κρίσεως ἔδει· αὐτὴ γὰρ ἂν ἡ ἡλικία τῶν νέων κατέκρινε·
因为,如果像用双眼看、用双耳听那样,年轻人施暴、老年人克制也是一种自然规律,那么根本不需要你们的审判,因为年龄本身就会判他们有罪。
νῦν δὲ πολλοὶ μὲν νέοι σωφρονοῦντες, πολλοὶ δὲ πρεσβῦται παροινοῦντες, οὐδὲν μᾶλλον τῷ διώκοντι ἢ τῷ φεύγοντι τεκμήριον γίγνονται.
然而事实上,许多年轻人克制,而许多老年人借酒施暴,这对于原告或被告来说都不能算作证据。
§4.3κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος καὶ τούτῳ, τῷ παντὶ προέχομεν· οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς.
尽管这一论据为我们和对方所共有,但我们在各方面都占据绝对优势;因为证人们声称是这个人先动手打人的。
ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων ἁπάντων τῶν κατηγορουμένων ἀπολύεται τῆς αἰτίας.
既然是他先动的手,被告便免除了所有其他被控罪名的责任。
εἴπερ γὰρ ὁ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστιν, ὁ ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται.
因为如果打人者——因其打击而强迫你们将其委托给医生——比实际致死者更算得上是杀手,那么先动手打人的人便成了杀手。
οὗτος γὰρ ἠνάγκασε τόν τε ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν.
因为正是他强迫了防卫者还击,也强迫了被打者去看医生。
ἀνόσια γὰρ ἂν ὁ διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπὲρ τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται.
因为如果被告既没有杀人却要代替杀人者、又没有先动手却要代替先动手者而被判定为杀手,他将遭受极其不公的苦难。
§4.4ἔστι δὲ οὐδὲ ὁ ἐπιβουλεύσας οὐδὲν μᾶλλον ὁ διωκόμενος τοῦ διώκοντος.
此外,策划者也绝非被告更甚于原告。
εἰ γὰρ ὁ μὲν ἄρξας τῆς πληγῆς τύπτειν καὶ μὴ ἀποκτείνειν διενοήθη, ὁ δὲ ἀμυνόμενος ἀποκτεῖναι, οὗτος ἂν ὁ ἐπιβουλεύσας εἴη.
因为如果先动手打人者意图殴打而非杀死,而防卫者意图杀死,那么后者才是策划者。
νῦν δὲ καὶ ὁ ἀμυνόμενος τύπτειν καὶ οὐκ ἀποκτεῖναι διανοηθεὶς ἥμαρτεν, εἰς ἃ οὐκ ἐβούλετο πατάξας.
然而事实上,防卫者也同样意图殴打而非杀死,却因击中了他意料之外的地方而犯下了错误。
§4.5τῆς μὲν οὖν πληγῆς βουλευτὴς ἐγένετο, τὸν δὲ θάνατον πῶς ἂν ἐπεβούλευσεν, ὅς γε ἀκουσίως ἐπάταξεν;
因此,他固然成了殴打的策划者,但既然他是无意中打人的,他又怎能策划了死亡呢?
οἰκεῖον δὲ καὶ τὸ ἁμάρτημα τῷ ἄρξαντι μᾶλλον ἢ τῷ ἀμυνομένῳ ἐστίν.
而且,这一过错与其归咎于防卫者,不如说更属于先动手者。
ὁ μὲν γὰρ ἃ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπʼ ἐκείνου βιαζόμενος ἐξήμαρτεν· ὁ δὲ διὰ τὴν αὑτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦ καὶ τῆς ἐκείνου ἁμαρτίας αἴτιος ὢν δίκαιος φονεὺς εἶναί ἐστιν.
因为前者试图对所受的遭遇进行反击,因受后者的强迫而犯了错;而后者因自身的放纵而实施并承受了一切,成为了自身过错与对方过错的双重原因,理应被视为真正的杀手。
§4.6ὡς δὲ οὐδὲ κρεισσόνως ἀλλὰ πολὺ ὑποδεεστέρως ὧν ἔπασχεν ἠμύνετο, διδάξω.
我还将说明,他并非以超出、而是以远低于他所遭受的程度来进行防卫的。
ὁ μὲν ὑβρίζων καὶ παροινῶν πάντʼ ἔδρα καὶ οὐδὲν ἠμύνατο· ὁ δὲ μὴ πάσχειν ἀλλὰ ἀπωθεῖσθαι ζητῶν, ἅ τε ἔπασχεν ἀκουσίως ἔπασχεν, ἅ τʼ ἔδρασε τὰ παθήματα βουλόμενος διαφυγεῖν ἐλασσόνως ἢ κατʼ ἀξίαν τὸν ἄρξαντα ἠμύνετο, καὶ οὐκ ἔδρα.
一方作为施暴和纵酒者实施了一切,并未进行防卫;而另一方力图免受伤害而推开对方,他所承受的是被迫承受的,而他所实施的则是为了逃避痛苦,他打回去的程度低于先动手者应得的报应,而不是主动施暴。
§4.7εἰ δὲ κρείσσων ὢν τὰς χεῖρας κρεισσόνως ἠμύνετο ἢ ἔπασχεν, οὐδʼ οὕτω δίκαιος ὑφʼ ὑμῶν καταλαμβάνεσθαί ἐστι.
即使他因双手更有力而进行了超出其所受程度的防卫,你们也不应因此判定他有罪。
τῷ μὲν γὰρ ἄρξαντι πανταχοῦ μεγάλα ἐπιτίμια ἐπίκειται, τῷ δὲ ἀμυνομένῳ οὐδαμοῦ οὐδὲν ἐπιτίμιον γέγραπται.
因为法律在任何地方都对先动手者规定了严厉的惩罚,而对防卫者,则在任何地方都没有写下任何惩罚。
§4.8πρὸς δὲ τὸ μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἀποκέκριται· οὐ γὰρ ὑπὸ τῶν πληγῶν ἀλλʼ ὑπὸ τοῦ ἰατροῦ ὁ ἀνὴρ ἀπέθανεν, ὡς οἱ μάρτυρες μαρτυροῦσιν.
关于他是否杀人,也已经作出了回答:因为那人并不是死于殴打,而是死于医生,这正如证人们所证言的那样。
ἔστι δὲ καὶ ἡ τύχη τοῦ ἄρξαντος καὶ οὐ τοῦ ἀμυνομένου.
而且,运气也属于先动手者,而不属于防卫者。
ὁ μὲν γὰρ ἀκουσίως πάντα δράσας καὶ παθὼν ἀλλοτρίᾳ τύχῃ κέχρηται· ὁ δὲ ἑκουσίως πάντα πράξας, ἐκ τῶν αὑτοῦ ἔργων τὴν τύχην προσαγόμενος, τῇ αὑτοῦ ἀτυχίᾳ ἥμαρτεν.
因为那无意中实施并承受了一切的人,顺从了别人的命运;而那自愿做了一切、因自己的行为而招致命运的人,则因他自己的不幸而犯了错。
§4.9ὡς μὲν οὖν οὐδενὶ ἔνοχος τῶν κατηγορημένων ὁ διωκόμενός ἐστιν, ἀποδέδεικται.
综上所述,已经证明被告对所指控的任何罪名都不负有责任。
εἰ δέ τις κοινὴν μὲν τὴν πρᾶξιν, κοινὴν δὲ τὴν ἀτυχίαν αὐτῶν ἡγούμενος εἶναι, μηδὲν ἀπολύσιμον μᾶλλον ἢ καταλήψιμον ἐκ τῶν λεγομένων γιγνώσκει αὐτὸν ὄντα, καὶ οὕτως ἀπολύειν μᾶλλον ἢ καταλαμβάνειν δίκαιός ἐστι.
但如果有人认为他们的行为和不幸是共有的,并从所说的话中判断出他既不比被定罪更应该被释放,也不比被释放更应该被定罪,那么即便如此,释放他也比判他有罪更为公正。
τόν τε γὰρ διώκοντα οὐ δίκαιον καταλαμβάνειν, μὴ σαφῶς διδάξαντα ὅτι ἀδικεῖται· τόν τε φεύγοντα ἀνόσιον ἁλῶναι, μὴ φανερῶς ἐλεγχθέντα ἃ ἐπικαλεῖται.
因为在原告未能明确表明自己受到侵害的情况下判其有罪是不公正的;而在被告被指控的罪名未被清楚证实的情况下判定其有罪是不敬的。
§4.10οὑτωσὶ δὲ ἐκ παντὸς τρόπου τῶν ἐγκλημάτων ἀπολυομένου τοῦ ἀνδρός, ἡμεῖς ὁσιώτερον ὑμῖν ἐπισκήπτομεν ὑπὲρ αὐτοῦ, μὴ τὸν φονέα ζητοῦντας κολάζειν τὸν καθαρὸν ἀποκτείνειν.
既然那个人在每一个层面上都被免除了罪责,我们代表他向你们提出更虔敬的要求:不要在寻求惩罚杀手时,杀害了无辜的人。
ὅ τε γὰρ †ἀποκτείνας τοῦ ἀποθανόντος† οὐδὲν ἧσσον τοῖς αἰτίοις προστρόπαιος ἔσται, οὗτός τε ἀνοσίως διαφθαρεὶς διπλάσιον καθίστησι τὸ μίασμα τῶν ἀλιτηρίων τοῖς ἀποκτείνασιν αὐτόν.
因为†杀死死者的人†将同样对责任人产生怨灵的纠缠,而此人若是不义地被毁灭,将会给杀死他的人带来双倍的复仇神灵的污染。
§4.11ταῦτα οὖν δεδιότες, τὸν μὲν καθαρὸν ὑμέτερον ἡγεῖσθε εἶναι ἀπολύειν τῆς αἰτίας, τὸν δὲ μιαρὸν τῷ χρόνῳ ἀποδόντες φῆναι τοῖς ἔγγιστα τιμωρεῖσθαι ὑπολείπετε· οὕτω γὰρ ἂν δικαιότατα καὶ ὁσιώτατα πράξαιτʼ ἄν.
因此,惧于这些后果,请你们认为释放无辜者是你们的职责,而将不洁者交由时间,留待其最亲近的人去发现并惩罚;因为这样你们才会做出最公正、最虔敬的行为。