§1.1νενόμισται μὲν ὀρθῶς τὰς φονικὰς δίκας περὶ πλείστου τοὺς κρίνοντας ποιεῖσθαι διώκειν τε καὶ μαρτυρεῖν κατὰ τὸ δίκαιον, μήτε τοὺς ἐνόχους ἀφιέντας μήτε τοὺς καθαροὺς εἰς ἀγῶνα καθιστάντας.
由审判者最优先处理谋杀诉讼,且起诉者与证人均依法行事,既不放走有罪之人,也不将无罪之人拖入审判,这是理所当然确立的惯例。
§1.2ὅτε γὰρ ὁ θεὸς βουλόμενος ποιῆσαι τὸ ἀνθρώπινον φῦλον τοὺς πρώτους γενομένους ἔφυσεν ἡμῶν, τροφέας τε καὶ σωτῆρας παρέδωκε τὴν γῆν καὶ τὴν θάλασσαν, ἵνα μὴ σπάνει τῶν ἀναγκαίων προαποθνῄσκοιμεν τῆς γηραιοῦ τελευτῆς.
因为当神意图创造人类、造出我们最早的祖先时,便将大地和海洋赐予我们作为养育者和保护者,免得我们因缺乏生活必需品而在老迈寿终之前便死去。
ὅστις οὖν, τούτων ὑπὸ τοῦ θεοῦ ἀξιωθέντος τοῦ βίου ἡμῶν, ἀνόμως τινὰ ἀποκτείνει, ἀσεβεῖ μὲν περὶ τοὺς θεούς, συγχεῖ δὲ τὰ νόμιμα τῶν ἀνθρώπων.
因此,当神使我们的人生配得这些恩赐时,凡非法杀害者,不仅是对神明犯下不敬之罪,也颠覆了人间的法律。
§1.3ὅ τε γὰρ ἀποθανών, στερόμενος ὧν ὁ θεὸς ἔδωκεν αὐτῷ, εἰκότως θεοῦ τιμωρίαν ὑπολείπει τὴν τῶν ἀλιτηρίων δυσμένειαν, ἣν οἱ παρὰ τὸ δίκαιον κρίνοντες ἢ μαρτυροῦντες, συνασεβοῦντες τῷ ταῦτα δρῶντι, οὐ προσῆκον μίασμα εἰς τοὺς ἰδίους οἴκους εἰσάγονται·
因为死者被夺去了神所赐予之物,自然会留下复仇神灵的怨恨作为神降的惩罚;而那些违背正义进行审判或作证的人,便与作恶者一同犯下不敬之罪,从而将不属于自己的污秽引入了自己的家门。
§1.4ἡμεῖς τε οἱ τιμωροὶ τῶν διεφθαρμένων, εἰ διʼ ἄλλην τινὰ ἔχθραν τοὺς ἀναιτίους διώκοιμεν, τῷ μὲν ἀποθανόντι οὐ τιμωροῦντες δεινοὺς ἀλιτηρίους ἕξομεν τοὺς τῶν ἀποθανόντων προστροπαίους, τοὺς δὲ καθαροὺς ἀδίκως ἀποκτείνοντες ἔνοχοι τοῦ φόνου τοῖς ἐπιτιμίοις ἐσμέν, ὑμᾶς δὲ ἄνομα δρᾶς πείθοντες καὶ τοῦ ὑμετέρου ἁμαρτήματος ὑπαίτιοι γιγνόμεθα.
而我们作为死者的复仇者,若因其他私怨而起诉无辜之人,不仅因未能为死者报仇而招致死者的复仇神灵作为可怕的诅咒缠身,还会因不义地置无辜者于死地而承担杀人罪的惩罚,更因说服你们行非法之事而成为你们罪过的共犯。
§1.5ἐγὼ μὲν οὖν δεδιὼς ταῦτα, εἰς ὑμᾶς παράγων τὸν ἀσεβήσαντα καθαρὸς τῶν ἐγκλημάτων εἰμί· ὑμεῖς δὲ ἀξίως τῶν προειρημένων τῇ κρίσει προσέχοντες τὸν νοῦν, ἀξίαν δίκην τοῦ πάθους τῷ εἰργασμένῳ ἐπιθέντες, ἅπασαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστήσετε.
因此,我由于惧怕这些,将这行不敬之事的人带到你们面前,从而使我自己免受控告而保持清白;而你们应当配得上前文所述,对审判寄予关注,对作恶者处以与其暴行相称的惩罚,使整个城邦脱离污秽而恢复洁净。
§1.6εἰ μὲν γὰρ ἄκων ἀπέκτεινε τὸν ἄνδρα, ἄξιος ἂν ἦν συγγνώμης τυχεῖν τινός·
如果他是无意中杀死了那人,或许还值得获得一些宽恕;但他出于狂妄和放荡,对一位年长者醉酒施暴,又打又掐直至夺去其生命。
ὕβρει δὲ καὶ ἀκολασίᾳ παροινῶν εἰς ἄνδρα πρεσβύτην, τύπτων τε καὶ πνίγων ἕως τῆς ψυχῆς ἀπεστέρησεν αὐτόν, ὡς μὲν ἀποκτείνας τοῦ φόνου τοῖς ἐπιτιμίοις ἔνοχός ἐστιν, ὡς δὲ συγχέων ἅπαντα τῶν γεραιοτέρων τὰ νόμιμα οὐδενὸς ἁμαρτεῖν, οἷς οἱ τοιοῦτοι κολάζονται, δίκαιός ἐστιν.
作为杀人者,他理应承担杀人罪的惩罚;而作为颠覆所有敬老规范者,他理当承受此类人应得的一切惩罚,无一例外。
§1.7ὁ μὲν τοίνυν νόμος ὀρθῶς ὑμῖν τιμωρεῖσθαι παραδίδωσιν αὐτόν· τῶν δὲ μαρτύρων ἀκηκόατε, οἳ παρῆσαν παροινοῦντι αὐτῷ.
因此,法律正当地将他交由你们惩处;你们也已经听取了在他醉酒施暴时在场的证人们的证词。
ὑμᾶς δὲ χρὴ τῇ τε ἀνομίᾳ τοῦ παθήματος ἀμύνοντας, τήν τε ὕβριν κολάζοντας ἀξίως τοῦ πάθους, τὴν βουλεύσασαν ψυχὴν ἀνταφελέσθαι αὐτόν.
你们必须抵御这起暴行的非法性,并惩治与其暴行相称的狂妄,夺回他那策划了罪行的生命作为代价。