Humanitext Reader

安提丰 · 第二四部曲 §3.8-3.12

神圣污秽之论与被害者父亲要求定罪

第 4 段,共 5 段 · 希腊语

内容简介

原告(死者的父亲)驳斥了被告以不幸为由的辩解,指出神圣的污秽要求判定被告有罪。他强调对手的辩护逻辑在反讽中佐证了己方的正当性,并强烈呼吁陪审团履行宗教虔敬和法律义务。

§3.8οὐ δίκαιος δὲ ἀποφυγεῖν ἐστι διὰ τὴν ἀτυχίαν τῆς ἁμαρτίας.
他没有理由因错误的偶然性(不幸)而免受惩罚。
εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιμελείας τοῦ θεοῦ ἡ ἀτυχία γίγνεται, ἁμάρτημα οὖσα τῷ ἁμαρτόντι συμφορὰ δικαία γενέσθαι ἐστίν· εἰ δὲ αὖ θεία κηλὶς τῷ δράσαντι προσπίπτει ἀσεβοῦντι, οὐ δίκαιον τὰς θείας προσβολὰς διακωλύειν γίγνεσθαι.
因为如果这不幸是在神毫无眷顾的情况下发生的,那么它既然是一个错误,让犯错者承担由此带来的灾祸便是公正的;而如果相反,由于作恶者不敬虔,神圣的污秽降临到他身上,那么阻碍神圣的惩罚降临便是不公正的。
§3.9ἔλεξαν δὲ καὶ ὡς οὐ πρέπει χρηστὰ ἐπιτηδεύοντας αὐτοὺς κακῶν ἀξιοῦσθαι·
他们还说,行事善良的他们不配遭受不幸。
ἡμεῖς δὲ πῶς ἂν πρέποντα πάσχοιμεν, εἰ μηδὲν ὑποδεέστερα τούτων μελετῶντες θανάτῳ ζημιούμεθα;
但如果我们致力于绝不逊于此的善行,却要遭受死亡的惩罚,我们又怎能说是遭受了相配的待遇呢?
φάσκων δὲ ἀναμάρτητος εἶναι, καὶ ἀξιῶν τὰς συμφορὰς τῶν ἁμαρτόντων εἶναι καὶ μὴ εἰς τοὺς ἀναμαρτήτους ἐκτρέπεσθαι, ὑπὲρ ἡμῶν λέγει.
他声称自己无过错,并要求灾祸应归于犯错之人,而不应偏向无过错之人,这其实是在为我们说话。
ὅ τε γὰρ παῖς μου εἰς οὐδένα οὐδὲν ἁμαρτών, ὑπὸ τούτου τοῦ μειρακίου ἀποθανών, ἀδικοῖτʼ ἂν ἀτιμώρητος γενόμενος· ἐγώ τε τοῦδε μᾶλλον ἀναμάρτητος ὢν δεινὰ πείσομαι, ἃ ὁ νόμος ἀποδίδωσί μοι μὴ τυχὼν παρʼ ὑμῶν.
因为我的孩子没有对任何人犯下任何过错,却死于这个青年之手,若不能昭雪,他便是受了委屈;而我比此人更为无过,若不能从你们那里得到法律赋予我的公道,我也将遭受可怕的痛苦。
§3.10ὡς δὲ οὐδὲ τῆς ἁμαρτίας οὐδὲ τοῦ ἀκουσίως ἀποκτεῖναι, ἐξ ὧν αὐτοὶ λέγουσιν, ἀπολύεται, ἀλλὰ κοινὰ ἀμφότερα ταῦτα ἀμφοῖν αὐτοῖν ἐστι, δηλώσω.
然而,从他们自己的话中,我将证明,他既不能免除过错,也不能免除过失杀人,而且这两者是他们双方所共有的。
εἴπερ ὁ παῖς διὰ τὸ ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθεῖν καὶ μὴ ἀτρέμας ἑστάναι φονεὺς αὐτὸς αὑτοῦ δίκαιος εἶναί ἐστιν, οὐδὲ τὸ μειράκιον καθαρὸν τῆς αἰτίας ἐστίν, ἀλλʼ εἴπερ τούτου μὴ ἀκοντίζοντος ἀλλʼ ἀτρέμα ἑστῶτος ἀπέθανεν ὁ παῖς.
如果说那个孩子因为跑到了标枪的轨迹之下且未能静立,理应被视为杀死自己的凶手,那么这个青年也同样不能免除责任——除非这个孩子死的时候,青年根本没有投掷标枪,而是静静地站着。
ἐξ ἀμφοῖν δὲ τοῦ φόνου γενομένου, ὁ μὲν παῖς εἰς αὑτὸν ἁμαρτὼν μᾶλλον ἢ κατὰ τὴν ἁμαρτίαν ἑαυτὸν τετιμώρηται, τέθνηκε γάρ, ὁ δὲ συλλήπτωρ καὶ κοινωνὸς εἰς τοὺς οὐ προσήκοντας τῆς ἁμαρτίας γενόμενος πῶς δίκαιος ἀζήμιος ἀποφυγεῖν ἐστιν;
然而,既然杀人是由双方造成的,孩子对自身犯了错,已经受到了超过其错误的惩罚,因为他已经死了;但是,这个在不相干的事情上成为错误共犯和合伙人的青年,又凭什么可以不受惩罚地免罪呢?
§3.11ἐκ δὲ τῆς αὐτῶν τῶν ἀπολογουμένων ἀπολογίας μετόχου τοῦ μειρακίου τοῦ φόνου ὄντος, οὐκ ἂν δικαίως οὐδὲ ὁσίως ἀπολύοιτε αὐτόν.
根据辩护者们自己的辩护,既然那个青年是这起杀人案的共犯,你们便不能公正地、也不能虔敬地释放他。
οὔτε γὰρ ἡμεῖς, οἱ διὰ τὴν τούτων ἁμαρτίαν διαφθαρέντες, αὐθένται καταγνωσθέντες ὅσια ἀλλʼ ἀνόσιʼ ἂν πάθοιμεν ὑφʼ ὑμῶν· οὔθʼ οἱ θανατώσαντες ἡμᾶς μὴ εἰργόμενοι τῶν προσηκόντων †εὐσεβοῖντʼ ἂν† ὑπὸ τῶν ἀπολυσάντων τοὺς ἀνοσίους.
因为我们这些因他们的错误而毁灭的人,若是被判定为自杀者,我们从你们那里遭受的就不是虔敬的对待,而是不虔敬的对待;而那些杀死我们的人,若不被禁止接触应禁之事,也绝不会被那些释放不虔敬之人的人虔敬地对待。
πάσης δʼ ὑπὲρ πάντων τῆς κηλῖδος εἰς ὑμᾶς ἀναφερομένης, πολλὴ εὐλάβεια ὑμῖν τούτων ποιητέα ἐστί· καταλαβόντες μὲν γὰρ αὐτὸν καὶ εἴρξαντες ὧν ὁ νόμος εἴργει καθαροὶ τῶν ἐγκλημάτων ἔσεσθε, ἀπολύσαντες δὲ ὑπαίτιοι καθίστασθε.
既然所有人的污秽最终都会归到你们身上,你们对这些事必须倍加小心;因为如果你们定他的罪,并禁止他接触法律所禁止的事物,你们就能免于指控,但如果你们释放他,你们自己便成了有罪之人。
§3.12τῆς οὖν ὑμετέρας εὐσεβείας ἕνεκα καὶ τῶν νόμων ἀπάγοντες τιμωρεῖσθε αὐτόν, καὶ αὐτοί τε μὴ μεταλάβητε τῆς τούτου μιαρίας, ἡμῖν τε τοῖς γονεῦσιν, οἳ ζῶντες κατορωρύγμεθα ὑπʼ αὐτοῦ, δόξῃ γοῦν ἐλαφροτέραν τὴν συμφορὰν καταστήσατε.
因此,为了你们自己的虔敬和法律,请指控并惩罚他,不要让自己也分担他的污秽,并为我们这些活生生被他埋葬的父母,至少在名声上(判决上)减轻这灾祸的痛苦。

词汇与语法注释

  1. §3.8οὐ δίκαιος δὲ ἀποφυγεῖν ἐστι — 这是使用形容词 δίκαιος 搭配不定式的“人称结构”(personal construction),等同于非人称结构 οὐ δίκαιόν ἐστιν αὐτὸν ἀποφυγεῖν(“他得以逃脱是不公正的”)。在希腊语中,表示评价的形容词倾向于将不定式的主语拉作主格主语。
  2. §3.9ὑπὲρ ἡμῶν λέγει — 介词 ὑπέρ 搭配属格表示“为了……”、“有利于……”。原告在此指出一个修辞学上的悖论:被告主张“灾祸应归于犯错之人而非无过错者”,这一逻辑恰恰支持了无辜被害的死者及其完全没有过错的父亲(原告)的立场,等同于在帮原告说话。
  3. §3.10εἴπερ τούτου μὴ ἀκοντίζοντος ἀλλʼ ἀτρέμα ἑστῶτος ἀπέθανεν ὁ παῖς — 在 εἴπερ 条件从句中嵌套了独立属格(genitive absolute)结构 `τούτου μὴ ἀκοντίζοντος ἀλλʼ ἀτρέμα ἑστῶτος`(“在此人未投掷标枪而是静立的情况下”)。通过这一极端的反事实假定,原告强调了若无青年的主动投掷行为,死者根本不可能丧命的因果关系。
  4. §3.11†εὐσεβοῖντʼ ἂν† — 此处理论上有文本损坏(crux)。不及物动词 εὐσεβέω 的被动语态非常罕见,此处被理解为“被虔敬地对待”或“神圣义务得到履行”。在语境上,这反映了安提丰特有的宗教与法律连带责任论:释放带有污秽的人,会导致审判者本身和城邦也染上不敬虔的污秽。

引用这一段

安提丰, 第二四部曲 §3.8-3.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg003.humanitext-grc2:3.8-3.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。