§4.1τοῦτον μὲν εἰκὸς πρὸς τὴν ἑαυτοῦ κατηγορίαν προσέχοντα τὸν νοῦν μὴ μαθεῖν τὴν ἀπολογίαν μου· ὑμᾶς δὲ χρή, γιγνώσκοντας ὅτι ἡμεῖς μὲν οἱ ἀντίδικοι κατʼ εὔνοιαν κρίνοντες τὸ πρᾶγμα εἰκότως δίκαια ἑκάτεροι αὑτοὺς οἰόμεθα λέγειν, ὑμᾶς δὲ ὁσίως ὁρᾶν προσήκει τὰ πραχθέντα·
此人一心专注于自己的指控,因而无法理解我的辩护,这是理所当然的;但你们应当认识到,我们作为对立的诉讼双方,因偏向于自身的利益来判断此事,自然各自认为自己所说的是公正的,而你们则应当虔敬地审视所发生的事实。
§4.2ἐκ τῶν λεγομένων γὰρ ἡ ἀλήθεια σκεπτέα αὐτῶν ἐστίν.
因为真相必须从所说的话语本身中去考察。
ἐγὼ δέ, εἰ μέν τι ψεῦδος εἴρηκα, ὁμολογῶ καὶ τὰ ὀρθῶς εἰρημένα προσδιαβάλλειν ἄδικα εἶναι· εἰ δὲ ἀληθῆ μέν, λεπτὰ δὲ καὶ ἀκριβῆ, οὐκ ἐγὼ ὁ λέγων ἀλλʼ ὁ πράξας τὴν ἀπέχθειαν αὐτῶν δίκαιος φέρεσθαί ἐστι.
对我而言,如果我说过任何谎言,我承认,连同那些说得正确的话也一同受到怀疑是不公正的;但如果这些话是真实的,虽然精细且严密,那么不应当是由说话的我,而应当是由做出这些事的人,来承担由此产生的反感。
§4.3θέλω δὲ ὑμᾶς πρῶτον μαθεῖν, ὅτι οὐκ ἐάν τις φάσκῃ ἀποκτεῖναι, τοῦτʼ ἔστιν, ἀλλʼ ἐάν τις ἐλεγχθῇ.
但我希望你们首先明白,并不是有人声称“杀人”就是如此,而是有人被证实杀人才是如此。
οὗτος δὲ ὁμολογῶν τὸ ἔργον ὡς ἡμεῖς λέγομεν γενέσθαι, ὑπὲρ τοῦ ἀποκτείναντος ἀμφισβητεῖ, ὃν ἀδύνατον ἀλλαχόθεν ἢ ἐκ τῶν πραχθέντων δηλοῦσθαι.
此人虽然承认事情的发生正如我们所说,却对谁是凶手争论不休,而凶手是不可能从所发生的事实以外的其他地方被揭示出来的。
§4.4σχετλιάζει δὲ κακῶς ἀκούειν φάσκων τὸν παῖδα, εἰ μήτε ἀκοντίσας μήτʼ ἐπινοήσας αὐθέντης ὢν ἀποδέδεικται, καὶ οὐ πρὸς τὰ λεγόμενα ἀπολογεῖται.
他抱怨说,如果那个孩子在没有投掷也没有意图的情况下被证明是杀死自己的凶手,那么孩子就受到了恶意中伤,但他并没有针对所说的话进行辩护。
οὐ γὰρ ἀκοντίσαι οὐδὲ βαλεῖν αὑτόν φημι τὸν παῖδα, ἀλλʼ ὑπὸ τὴν πληγὴν τοῦ ἀκοντίου ὑπελθόντα οὐχ ὑπὸ τοῦ μειρακίου ἀλλʼ ὑφʼ ἑαυτοῦ διαφθαρῆναι· οὐ γὰρ ἀτρεμίζων ἀπέθανε.
因为我并不是说那个孩子自己投掷或者击中了自己,而是说他因为跑到了标枪的打击范围之内,不是被那个青年而是被他自己所毁灭的;因为他并不是在静立时死去的。
τῆς δὲ διαδρομῆς αἰτίας ταύτης γιγνομένης, εἰ μὲν ὑπὸ τοῦ παιδοτρίβου καλούμενος διέτρεχεν, ὁ παιδοτρίβης ἂν ἀποκτείνας αὐτὸν εἴη, εἰ δʼ ὑφʼ ἑαυτοῦ πεισθεὶς ὑπῆλθεν, αὐτὸς ὑφʼ ἑαυτοῦ διέφθαρται.
既然这一穿行是原因,如果他是因教练的呼唤而穿过去,那么教练就是杀人者,但如果是受他自己意愿的驱使而走进去,他就是被自己所毁灭的。
§4.5θέλω δὲ μὴ πρότερον ἐπʼ ἄλλον λόγον ὁρμῆσαι, ἢ τὸ ἔργον ἔτι φανερώτερον καταστῆσαι, ὁποτέρου αὐτῶν ἐστί.
在把这件事情更加清晰地说明到底属于他们中的哪一方之前,我不想急于转向其他的论点。
τὸ μὲν μειράκιον οὐδενὸς μᾶλλον τῶν συμμελετώντων ἐστὶ τοῦ σκοποῦ ἁμαρτόν, οὐδὲ τῶν ἐπικαλουμένων τι διὰ τὴν αὑτοῦ ἁμαρτίαν δέδρακεν· ὁ δὲ παῖς οὐ ταὐτὰ τοῖς συνθεωμένοις δρῶν, ἀλλʼ εἰς τὴν ὁδὸν τοῦ ἀκοντίου ὑπελθών, σαφῶς δηλοῦται παρὰ τὴν αὑτοῦ ἁμαρτίαν περισσοτέροις ἀτυχήμασι τῶν ἀτρεμιζόντων περιπεσών.
这个青年并没有比任何共同练习的人更容易脱靶,也没有因自己的过错而做出任何被指控的事情;相反,那个孩子没有和旁观者做同样的事,而是走到了标枪的路径上,显然是因为他自己的过错而比静立者遭遇了更多的不幸。
ὁ μὲν γὰρ ἀφεὶς οὐδὲν ἂν ἥμαρτε, μηδενὸς ὑπὸ τὸ βέλος ὑπελθόντος αὐτῷ· ὁ δʼ οὐκ ἂν ἐβλήθη μετὰ τῶν θεωμένων ἑστώς.
因为如果没有任何人走到投掷者的标枪下,投掷者就不会犯任何错误;而如果孩子和旁观者站在一起,他也绝不会被击中。
§4.6ὡς δʼ οὐδενὸς μᾶλλον τῶν συνακοντιζόντων μέτοχός ἐστι τοῦ φόνου, διδάξω.
至于他为什么绝不比任何共同投掷标枪的人更多地参与了这场杀人,我将予以说明。
εἰ γὰρ διὰ τὸ τοῦτον ἀκοντίζειν ὁ παῖς ἀπέθανε, πάντες ἂν οἱ συμμελετῶντες συμπράκτορες εἶεν τῆς αἰτίας· οὗτοι γὰρ οὐ διὰ τὸ μὴ ἀκοντίζειν οὐκ ἔβαλον αὐτόν, ἀλλὰ διὰ τὸ μηδενὶ ὑπὸ τὸ ἀκόντιον ὑπελθεῖν· ὁ δὲ νεανίσκος οὐδὲν περισσότερον τούτων ἁμαρτών, ὁμοίως τούτοις οὐκ ἂν ἔβαλεν αὐτὸν ἀτρέμα σὺν τοῖς θεωμένοις ἑστῶτα.
因为如果由于此人投掷标枪而导致孩子死亡,那么所有共同练习的人都将成为这一指控的共犯;因为他们之所以没有击中他,并不是因为没有投掷,而是因为没有任何人走到他们的标枪下;而这个青年并没有比他们犯下更多的过错,同样地,如果那个孩子和旁观者一起静立,青年也不会击中他。
§4.7ἔστι δὲ οὐδὲ τὸ ἁμάρτημα τοῦ παιδὸς μόνον, ἀλλὰ καὶ ἡ ἀφυλαξία.
而且,这不仅是孩子的过错,也是他的疏忽。
ὁ μὲν γὰρ οὐδένα ὁρῶν διατρέχοντα, πῶς ἂν ἐφυλάξατο μηδένα βαλεῖν;
因为投掷者在没有看到任何人跑过去的情况下,又怎能防备不击中任何人呢?
ὁ δʼ ἰδὼν τοὺς ἀκοντίζοντας εὐπετῶς ἂν ἐφυλάξατο μὴ διαδραμεῖν ἐξῆν γὰρ αὐτῷ ἀτρέμα ἑστάναι.
而孩子看到了正在投掷的人,本来很容易防备自己不跑过去;因为他原本是可以静静站立的。
§4.8τὸν δὲ νόμον ὃν παραφέρουσιν, ἐπαινεῖν δεῖ.
对于他们所援引的法律,应当予以赞扬。
ὀρθῶς γὰρ καὶ δικαίως τοὺς ἀκουσίως ἀποκτείναντας ἀκουσίοις παθήμασι κολάζει.
因为它正确且公正地用非自愿的痛苦来惩罚那些非自愿杀人的人。
τὸ μὲν οὖν μειράκιον ἀναμάρτητον ὂν οὐκ ἂν δικαίως ὑπὲρ τοῦ ἁμαρτόντος κολάζοιτο· ἱκανὸν γὰρ αὐτῷ ἐστι τὰς αὑτοῦ ἁμαρτίας φέρειν· ὁ δὲ ταῖς αὑτοῦ ἁμαρτίαις διαφθαρείς, ἅμα ἥμαρτέ τε καὶ ὑφʼ ἑαυτοῦ ἐκολάσθη.
因此,青年既然无过,就不应当公正地替犯错者受罚;因为对他来说,承担自己的过错就已经足够了;而那个因自己的过错而毁灭的孩子,在犯错的同时也受到了自己的惩罚。
κεκολασμένου δὲ τοῦ ἀποκτείναντος, οὐκ ἀτιμώρητος ὁ φόνος ἐστίν.
既然杀人者已经受到了惩罚,这起杀人事件就并非没有昭雪。
§4.9ἔχοντός γε δὴ τὴν δίκην τοῦ φονέως, οὐκ ἐὰν ἀπολύσητε ἡμᾶς, ἀλλʼ ἐὰν καταλάβητε, ἐνθύμιον ὑπολείψεσθε.
既然凶手已经得到了惩罚,那么如果你们释放我们,你们就不会留下神谴,但如果你们定我们的罪,你们就会留下神谴。
ὁ μὲν γὰρ αὐτὸς τὰς αὑτοῦ ἁμαρτίας φέρων, οὐδενὶ οὐδὲν προστρόπαιον καταλείψει· ὁ δὲ καθαρὸς τῆς αἰτίας ὢν ἐὰν διαφθαρῇ, τοῖς καταλαμβάνουσι μεῖζον τὸ ἐνθύμιον γενήσεται.
因为他自己承担着自己的错误,不会给任何人留下任何复仇的污秽;但如果无罪的人被毁灭,对于定罪者而言,神谴将会更大。
εἰ δὲ αὐθέντης ἐκ τῶν λεγομένων ἐπιδείκνυται, οὐχ ἡμεῖς αὐτῷ οἱ λέγοντες αἴτιοί ἐσμεν, ἀλλʼ ἡ πρᾶξις τῶν ἔργων.
如果从所说的话中证明他是杀死自己的凶手,那么并非我们这些说话的人是他遭此结果的原因,而是事实本身的所为。
§4.10ὀρθῶς δὲ τῶν ἐλέγχων ἐλεγχόντων τὸν παῖδα αὐθέντην ὄντα, ὁ νόμος ἀπολύων ἡμᾶς τῆς αἰτίας τὸν ἀποκτείναντα καταλαμβάνει.
既然证据正确地证明那个孩子是杀死自己的凶手,那么免除我们罪责的法律也就是在惩罚那个真正的杀人者。
μήτε οὖν ἡμᾶς εἰς μὴ προσηκούσας συμφορὰς ἐμβάλητε, μήτε αὐτοὶ ταῖς τούτων ἀτυχίαις βοηθοῦντες ἐναντία τοῦ δαίμονος γνῶτε, ἀλλʼ ὥσπερ ὅσιον καὶ δίκαιον, μεμνημένοι τοῦ πάθους, ὅτι διὰ τὸν ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθόντα ἐγένετο, ἀπολύετε ἡμᾶς· οὐ γὰρ αἴτιοι τοῦ φόνου ἐσμέν.
因此,请不要把我们推入不应遭受的灾祸之中,也不要通过帮助他们的不幸而做出违背神意的判决,而是应当虔敬且公正地,记住这次遭遇是因为有人走到了标枪的轨迹之下才发生的,从而释放我们;因为我们并不是这起杀人案的起因。