§3.1ἥ τε ἀτυχία ἀδικεῖται ὑπʼ αὐτοῦ, ἣν προϊστάμενος τῆς κακουργίας ἀφανίσαι τὴν αὑτοῦ μιαρίαν ζητεῖ·
他的不幸正遭受他的不公对待,他企图将这不幸作为其恶行的挡箭牌,以抹去自己的污秽。
ὑπό τε ὑμῶν οὐκ ἄξιος ἐλεεῖσθαί ἐστιν, ἀκούσιον μὲν τῷ παθόντι περιθεὶς τὴν συμφοράν, ἑκουσίως δὲ αὐτὸς εἰς τοὺς κινδύνους καταστάς.
他并不值得你们怜悯,因为他将违背意愿的灾祸强加于受害者,而自己却是自愿陷入这些危险之中。
ὡς μὲν οὖν ἀπέκτεινε τὸν ἄνδρα, ἐν τῷ προτέρῳ λόγῳ ἀπεδείξαμεν· ὡς δὲ οὐκ ὀρθῶς ἀπελογήθη, νῦν πειρασόμεθα ἐλέγχοντες.
至于他杀害了那个人,我们已在前一篇申辩中予以证明;而他现在的辩护是如何站不住脚,我们现在将通过反驳来予以揭露。
§3.2εἴτε γὰρ προσιόντας τινὰς προϊδόντες οἱ ἀποκτείναντες αὐτοὺς ἀπολιπόντες ᾤχοντο φεύγοντες πρότερον ἢ ἀπέδυσαν, οἱ ἐντυχόντες ἂν αὐτοῖς, εἰ καὶ τὸν δεσπότην τεθνεῶτα ηὗρον, τόν γε θεράποντα, ὃς ἔμπνους ἀρθεὶς ἐμαρτύρει, ἔτι ἔμφρονα εὑρόντες, σαφῶς ἀνακρίναντες τοὺς ἐργασαμένους ἤγγειλαν ἂν ἡμῖν, καὶ οὐχ οὗτος ἂν τὴν αἰτίαν εἶχεν·
因为,如果是行凶者预见到有人接近,因而在剥去他们的衣服之前就弃之逃跑,那么遇见他们的人,即使发现主人已经死亡,但若发现那个活着被抬走并作证的仆人依然神志清醒,也一定会查明作恶者是谁并向我们报告,而这个人也就不会承担罪名了。
εἴτε ἄλλοι τινὲς ἕτερόν τι τοιοῦτον κακουργοῦντες ὀφθέντες ὑπʼ αὐτῶν, ἵνα μὴ γνωσθῶσι διέφθειραν αὐτούς, ἅμα τῷ τούτων φόνῳ τὸ κακούργημα ἂν ἐκηρύσσετο καὶ εἰς τούτους ἂν ἡ ὑποψία ἧκεν.
或者,如果是其他人在干其他类似的勾当,被他们撞见,为了不被认出而杀人灭口,那么在他们被杀的同时,那件恶行也就会败露,嫌疑也就会落到那些人身上。
§3.3οἵ τε ἧσσον κινδυνεύοντες τῶν μᾶλλον ἐν φόβῳ ὄντων οὐκ οἶδʼ ὅπως ἂν μᾶλλον ἐπεβούλευσαν αὐτῷ·
至于那些面临较少危险的人,我不知道他们怎么会比那些处于更大恐惧中的人更想加害他。
τοὺς μὲν γὰρ ὅ τε φόβος ἥ τε ἀδικία ἱκανὴ ἦν παῦσαι τῆς προμηθίας, τοῖς δὲ ὅ τε κίνδυνος ἥ τε αἰσχύνη μείζων οὖσα τῆς διαφορᾶς, εἰ καὶ διενοήθησαν ταῦτα πρᾶξαι, ἀρκοῦσα ἦν σωφρονίσαι τὸ θυμούμενον τῆς γνώμης.
因为对于后者,恐惧和不公足以让他们失去审慎;而对于前者,危险和耻辱要大于他们之间的争端,即使他们曾打算做出这种事,也足以让他们理智地平息心中的怒火。
§3.4οὐκ ὀρθῶς δὲ τὴν τοῦ ἀκολούθου μαρτυρίαν ἄπιστον λέγουσιν εἶναι.
他们声称随从的证词不可信,这是不对的。
οὐ γὰρ ἐπὶ ταῖς τοιαύταις μαρτυρίαις βασανίζονται, ἀλλʼ ἐλεύθεροι ἀφίενται· ὁπόταν δὲ ἢ κλέψαντες ἀπαρνῶνται ἢ συγκρύπτωσι τοῖς δεσπόταις, τότε βασανίζοντες ἀξιοῦμεν τἀληθῆ λέγειν αὐτούς.
因为在涉及这类证词时,奴隶并不接受严刑拷问,而是像自由人一样被对待;只有当他们偷窃后予以否认,或者替主人隐瞒罪行时,我们才会通过拷问要求他们吐露实情。
§3.5οὐδὲ μὴν ἀπογενέσθαι ἢ παραγενέσθαι εἰκότερον αὐτόν ἐστιν.
同样,他也绝非不在现场比在现场更具可能性。
εἰ γὰρ ἀπεγένετο, τὸν μὲν κίνδυνον τὸν αὐτὸν ἔμελλε καὶ παρὼν κινδυνεύειν—πᾶς γὰρ αὐτῶν ληφθεὶς τοῦτον ἂν τὸν ἐπιβουλεύσαντα ἤλεγχεν ὄντα—τὸ δʼ ἔργον ἧσσον πράσσειν· οὐδεὶς γὰρ ὅστις τῶν παρόντων οὐκ ἂν ὀκνηρότερος εἰς τὴν πρᾶξιν ἦν.
因为如果他不在现场,他同样要冒着与在现场相同的危险——因为他们中任何人一旦被捕,都会证实他才是那个密谋者——但事情却会进展得不那么顺利;因为在场的人中,没有一个在行动时不会更加犹豫不决。
§3.6ὡς δʼ οὐκ ἐλάσσω ἀλλὰ πολὺ μείζω τὸν ἀπὸ τῆς γραφῆς κίνδυνον ἢ τόνδε ἡγεῖτο εἶναι, διδάξω.
但我要指出,他认为公诉带来的危险不仅不比这次小,反而要大得多。
τὸ μὲν ἁλῶναι καὶ ἀποφυγεῖν ἀμφοτέρας τὰς διώξεις ἐν ἴσαις ἐλπίσι θῶμεν αὐτῷ εἶναι.
让我们假设他在这两场诉讼中被定罪和脱罪的希望是同等的。
μὴ παραχθῆναι δὲ τὴν γραφὴν οὐδεμίαν ἐλπίδα εἶχε τούτου γε ζῶντος· οὐ γὰρ ἂν ἐπείθετο αὐτῷ· εἰς δὲ τόνδε τὸν ἀγῶνα ἥξειν οὐκ ἤλπισε· λήσειν γὰρ ἐδόκει ἀποκτείνας αὐτόν.
但是,只要这个人还活着,他就没有任何希望公诉不被呈上法庭——因为受害者绝不会听从于他——而他从未料到自己会陷入这场诉讼中;因为他认为杀了他就能瞒天过海。
§3.7ἀξιῶν δὲ διὰ τὸ φανερὰν εἶναι τὴν ὑποψίαν αὐτῷ μὴ καταδοκεῖσθαι ὑφʼ ὑμῶν, οὐκ ὀρθῶς ἀξιοῖ.
他主张因为对他的嫌疑显而易见,所以他不应受到你们的怀疑,这一主张是不正确的。
εἰ γὰρ τοῦτον ἐν τοῖς μεγίστοις κινδύνοις ὄντα ἱκανὴ ἦν ἡ ὑποψία ἀποτρέψαι τῆς ἐπιθέσεως, οὐδείς γʼ ἂν ἐπεβούλευσεν αὐτῷ· πᾶς γὰρ ἄν τις τῶν ἧσσον κινδυνευόντων, τὴν ὑποψίαν μᾶλλον τοῦ κινδύνου φοβούμενος, ἧσσον ἢ οὗτος ἐπέθετο αὐτῷ.
因为,如果嫌疑足以让处于极大危险之中的他放弃袭击,那就没有任何人会图谋加害他了;因为任何危险较小的人,由于害怕嫌疑甚于危险,都会比这个人更不至于去袭击他。
§3.8αἱ δʼ εἰσφοραὶ καὶ χορηγίαι εὐδαιμονίας μὲν ἱκανὸν σημεῖόν ἐστι, τοῦ δὲ μὴ ἀποκτεῖναι τἀναντία· περὶ γὰρ αὐτῆς τῆς εὐδαιμονίας τρέμων μὴ ἀποστερηθῇ, εἰκότως μὲν ἀνοσίως δὲ ἀπέκτεινε τὸν ἄνδρα.
财产税和合唱赞助是财富的充分证明,但对于未曾杀人,却恰恰相反;因为他害怕失去这笔财富,因而在合情合理(有动机)却又不虔敬的情况下杀害了那个人。
φάσκων δὲ οὐ τοὺς εἰκότως ἀλλʼ ὄντως ἀποκτείναντας φονέας εἶναι, περὶ μὲν τῶν ἀποκτεινάντων ὀρθῶς λέγει, εἴπερ ἐγένετο φανερὸν ἡμῖν τίνες ἦσαν οἱ ἀποκτείναντες αὐτόν· μὴ δεδηλωμένων δὲ τῶν ἀποκτεινάντων, ὑπὸ τῶν εἰκότων ἐλεγχόμενος οὗτος ἂν καὶ οὐδεὶς ἕτερος ὁ ἀποκτείνας αὐτὸν εἴη.
他声称不是有嫌疑的人而是实际行凶的人才是凶手,如果行凶者的身份对我们而言显而易见,那么关于行凶者,他的说法是正确的;但在行凶者尚未查明的情况下,被可能性定罪的这个人,而非其他任何人,就是杀害他的凶手。
οὐ γὰρ ἐπὶ μαρτύρων ἀλλὰ κρυπτόμενα πράσσεται τὰ τοιαῦτα.
因为这类事情 e 并不是在证人面前做的,而是秘密进行的。
§3.9οὕτω δὲ φανερῶς ἐκ τῆς αὑτοῦ ἀπολογίας ἐλεγχθεὶς διαφθείρας αὐτόν, οὐδὲν ἕτερον ὑμῶν δεῖται ἢ τὴν αὑτοῦ μιαρίαν εἰς ὑμᾶς αὐτοὺς ἐκτρέψαι.
因此,他通过自己的辩护已被清楚地证明害死了那个人,他向你们别无他求,只是企图将自己的污秽转移到你们身上。
ἡμεῖς δὲ ὑμῶν δεόμεθα μὲν οὐδέν, λέγομεν δʼ ὑμῖν, εἰ μήτε ἐκ τῶν εἰκότων μήτε ἐκ τῶν μαρτυρουμένων οὗτος νῦν ἐλέγχεται, οὐκ ἔστιν ἔτι τῶν διωκομένων ἔλεγχος οὐδείς.
我们对你们无所恳求,但我们要告诉你们:如果这个人现在既不能凭可能性也不能凭证言被定罪,那么针对被起诉者的起诉就再无任何证明可言了。
§3.10σαφῆ μὲν γὰρ τὸν θάνατον γιγνώσκοντες, φανερῶς δὲ τὰ ἴχνη τῆς ὑποψίας εἰς τοῦτον φέροντα, πιστῶς δὲ τοῦ ἀκολούθου μαρτυροῦντος, πῶς ἂν δικαίως ἀπολύοιτε αὐτόν;
因为既然知道死亡是确凿的事实,嫌疑的踪迹又显然指向这个人,且随从也作了可靠的证言,你们怎能公正地判他无罪?
ἀδίκως δʼ ἀπολυομένου τούτου ὑφʼ ὑμῶν, ἡμῖν μὲν προστρόπαιος ὁ ἀποθανὼν οὐκ ἔσται, ὑμῖν δὲ ἐνθύμιος γενήσεται.
如果他被你们不公地释放,死者不会成为纠缠我们的复仇怨灵,而将成为你们心头挥之不去的诅咒。
§3.11ταῦτα οὖν εἰδότες βοηθεῖτε μὲν τῷ ἀποθανόντι, τιμωρεῖσθε δὲ τὸν ἀποκτείναντα, ἁγνεύετε δὲ τὴν πόλιν.
因此,得知这些情况后,请援助死者,惩罚凶手,洁净城邦。
τρία γὰρ ἀγαθὰ πράξετε· ἐλάσσους μὲν τοὺς ἐπιβουλεύοντας καταστήσετε, πλείους δὲ τοὺς τὴν εὐσέβειαν ἐπιτηδεύοντας, ἀπολύσεσθε δʼ αὐτοὶ τῆς ὑπὲρ τούτου μιαρίας.
因为你们将成就三件善事:使阴谋家减少,使践行虔敬之人增多,而你们自己也将免受因他而起的污秽之灾。