§2.8εἰ δέ τις τὰ εἰκότα ἀληθέσιν ἴσα ἡγεῖται καταμαρτυρῆσαί μου, ταὐτὸν ἀντιλογισάσθω ὅτι με εἰκότερον ἦν τὴν ἀσφάλειαν τῆς ἐπιβουλῆς τηροῦντα φυλάξασθαι καὶ μὴ παραγενέσθαι τῷ ἔργῳ μᾶλλον ἢ τοῦτον σφαττόμενον ὀρθῶς γνῶμαι.
但是,如果有人认为可能性的推论等同于指控我的确凿证据,那么他也应当用同样的方式反驳:对于我来说,为了确保阴谋的安全而保持警惕,并置身于现场之外,比起那个侍从在主人被杀害时能正确地认出他来,要更具可能性。
§2.9ὡς δὲ τόνδε τὸν κίνδυνον οὐκ ἀσφαλέστερον τοῦ ἀπὸ τῆς γραφῆς ἡγούμην εἶναι, ἀλλὰ πολλαπλάσιον, εἰ μὴ παρεφρόνουν, διδάξω.
至于我并没有认为这次的危险比公诉带来的危险更安全,而是大出许多倍,只要我没有发疯,我就会向你们证明。
ἁλοὺς μὲν γὰρ τὴν γραφὴν τῆς μὲν οὐσίας ᾔδη ἐκστησόμενος, τοῦ δὲ σώματος καὶ τῆς πόλεως οὐκ ἀπεστερούμην, περιγενόμενος δὲ καὶ λειφθείς, κἂν ἔρανον παρὰ τῶν φίλων συλλέξας, οὐκ ἂν εἰς τὰ ἔσχατα κακὰ ἦλθον·
因为如果我在那场公诉中败诉,我知道自己顶多失去财产,但并不会被剥夺生命或公民权;而且即便我幸存并留下来,即使是通过向朋友们募集救济金,我也不至于落入极端的绝境。
ἐὰν δὲ νῦν καταληφθεὶς ἀποθάνω, ἀνόσια ὀνείδη τοῖς παισὶν ὑπολείψω, ἢ φυγὼν γέρων καὶ ἄπολις ὢν ἐπὶ ξενίας πτωχεύσω.
但如果我现在被定罪并处死,我将给孩子们留下不洁的耻辱,或者作为无国籍的老人流亡他乡,在异国乞讨度日。
§2.10οὕτω μὲν ἃ κατηγόρηταί μου, πάντα ἄπιστά ἐστιν·
因此,针对我的所有指控都是不可信的。
ἀπολύεσθαι δὲ ὑφʼ ὑμῶν, εἰ καὶ εἰκότως μὲν ὄντως δὲ μὴ ἀπέκτεινα τὸν ἄνδρα, πολὺ μᾶλλον δίκαιός εἰμι.
而你们更应该判我无罪,因为即便从可能性上说得通,但在现实中我并没有杀害那个人。
ἐγώ τε γὰρ φανερὸν ὅτι μεγάλα ἀδικούμενος ἠμυνόμην· οὐ γὰρ ἂν εἰκότως ἐδόκουν ἀποκτεῖναι αὐτόν·
因为显而易见,如果我曾遭受极大的不公,我本会进行自卫;否则我就不会被合理地怀疑是杀害他的凶手。
τούς τε ἀποκτείναντας καὶ οὐ τοὺς αἰτίαν ἔχοντας ἀποκτεῖναι ὀρθῶς ἂν καταλαμβάνοιτε.
而你们应当正确地惩办真正的杀人凶手,而不是那些仅仅承担嫌疑的人。
§2.11ἐκ δὲ παντὸς τρόπου ἀπολυόμενος τῆς αἰτίας ἔγωγε οὔτε εἰς τὰ τεμένη εἰσιὼν τὴν ἁγνείαν τῶν θεῶν μιανῶ, οὔτε ὑμᾶς πείθων ἀπολῦσαί με ἀνόσια πράσσω.
通过以各种方式洗清罪名,我既不会在进入神圣领地时亵渎神明的神圣,也不会在说服你们释放我时做出不虔敬的举动。
οἱ δὲ διώκοντες μὲν ἐμὲ τὸν ἀναίτιον, τὸν δʼ αἴτιον ἀφιέντες, τῆς τε ἀφορίας αἴτιοι γίγνονται, ὑμᾶς τε ἀσεβεῖς εἰς τοὺς θεοὺς πείθοντες καταστῆναι πάντων ὧν ἐμὲ ἄξιόν φασι παθεῖν εἶναι δίκαιοί εἰσι τυγχάνειν.
相反,那些起诉我这个无罪之人、却放走真凶的人,才是土地荒芜的罪魁祸首,他们说服你们对神明做出不虔敬的事,因此他们理应遭受他们声称我应当承受的一切惩罚。
§2.12τούτους μὲν οὖν τούτων ἀξίους ὄντας ἀπίστους ἡγεῖσθε·
因此,请认为这些罪有应得之人是不可信的。
ἐμὲ δὲ ἔκ γε τῶν προειργασμένων γνώσεσθε οὔτε ἐπιβουλεύοντα οὔτε τῶν οὐ προσηκόντων ὀρεγόμενον, ἀλλὰ τἀναντία τούτων πολλὰς μὲν καὶ μεγάλας εἰσφορὰς εἰσφέροντα, πολλὰ δὲ τριηραρχοῦντα, λαμπρῶς δὲ χορηγοῦντα, πολλοῖς δὲ ἐρανίζοντα, μεγάλας δὲ ὑπὲρ πολλῶν ἐγγύας ἀποτίνοντα, τὴν δὲ οὐσίαν οὐ δικαζόμενον ἀλλʼ ἐργαζόμενον κεκτημένον, φιλοθύτην δὲ καὶ νόμιμον ὄντα.
而对于我,你们从我过往的作为中就会知道,我既非阴谋家,亦不贪图不属于自己的东西,反而恰恰相反:我缴纳了许多且巨额的财产税,多次担任三列桨战船长,慷慨地资助合唱队,向许多人提供互助贷款,为许多人偿还巨额担保,并且我的财产是通过劳动而非诉讼获得的,我热爱祭祀且遵守法律。
τοιούτου δὲ ὄντος μου μηδὲν ἀνόσιον μηδὲ αἰσχρὸν καταγνῶτε.
对于我这样一个人,请不要判处任何不洁或可耻的罪名。
§2.13εἰ δὲ ὑπὸ ζῶντος ἐδιωκόμην, οὐκ ἂν μόνον ὑπὲρ ἐμαυτοῦ ἀπελογούμην, ἀλλʼ αὐτόν τε τοῦτον καὶ τοὺς τούτῳ μὲν βοηθοῦντας, παρʼ ἐμοῦ δὲ ὠφελεῖσθαι ζητοῦντας ἐφʼ οἷς κατηγορεῖταί μου, ἀπέδειξα ἂν ἀδικοῦντας.
如果我还活着被他起诉,我不仅会为自己辩护,而且还会证明正是这个人以及协助他的人——他们企图通过针对我的指控来从我身上谋取私利——才是行不义之人。
ταῦτα μὲν οὖν ἐπιεικέστερον ἢ δικαιότερον παρήσω·
然而,出于宽大而非一味追求公正,我将略过这些不提。
δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες, τῶν μεγίστων κριταὶ καὶ κύριοι, ἐλεήσαντας τὴν ἀτυχίαν μου ἰατροὺς γενέσθαι αὐτῆς, καὶ μὴ συνεπιβάντας τῇ τούτων ἐπιθέσει περιιδεῖν ἀδίκως καὶ ἀθέως διαφθαρέντα με ὑπʼ αὐτῶν.
但各位作为重大事务的裁判官和主宰者,我恳求你们怜悯我的不幸,并成为这不幸的医治者,不要参与他们的攻击,不要坐视我被他们不公且不敬地毁灭。