§4.1ἰδοὺ ἐγὼ τῇ τε ἀτυχίᾳ, ἣν οὐ δικαίως αἰτιῶμαι, ὡς οὗτοί φασιν, ἑκὼν ἐμαυτὸν ἐγχειρίζω, τῇ τε τούτων ἔχθρᾳ, δεδιὼς μὲν τὸ μέγεθος τῆς διαβολῆς αὐτῶν, πιστεύων δὲ τῇ ὑμετέρᾳ γνώμῃ τῇ τε ἀληθείᾳ τῶν ἐξ ἐμοῦ πραχθέντων.
瞧,我甘愿将自己交托于我这不幸之中——正如他们所说,我是在不公地责怪它——并交托于他们的敌意,我虽畏惧他们诽谤的巨大幅度,但信赖你们的裁判以及我所作为的真实性。
ἀποστερούμενος δὲ ὑπʼ αὐτῶν μηδὲ τὰς παρούσας ἀτυχίας ἀνακλαύσασθαι πρὸς ὑμᾶς, ἀπορῶ εἰς ἥντινα ἄλλην σωτηρίαν χρή με καταφυγεῖν.
然而,由于被他们剥夺了甚至向你们哭诉眼前不幸的权利,我不知道该投奔向何种其他的救助。
§4.2καινότατα γὰρ δή, εἰ χρὴ καινότατα μᾶλλον ἢ κακουργότατα εἰπεῖν, διαβάλλουσί με.
事实上,他们正以最离奇的方式——如果应该称其为‘最离奇’而非‘最邪恶’的话——来诽谤我。
κατήγοροι γὰρ καὶ τιμωροὶ φόνου προσποιούμενοι εἶναι, ὑπεραπολογούμενοι τῆς ἀληθοῦς ὑποψίας ἁπάσης, διὰ τὴν ἀπορίαν τοῦ ἀποκτείναντος αὐτόν, ἐμὲ φονέα φασὶν εἶναι· δρῶντες δὲ τἀναντία ὧν προστέτακται αὐτοῖς, φανερὸν ὅτι ἀδίκως ἐμὲ μᾶλλον ἀποκτεῖναι ζητοῦσιν ἢ τὸν φονέα τιμωρεῖσθαι.
因为他们假装是杀人案的控告者和复仇者,却为了洗脱所有真实的嫌疑而过度辩护,因找不到杀害他的真凶,便声称我是杀人犯;他们所做的与被赋予的职责截然相反,显而易见,他们是在图谋不公地置我于死地,而不是惩罚凶手。
§4.3ἐμὲ δὲ προσῆκεν οὐδὲν ἄλλο ἢ πρὸς τὴν μαρτυρίαν τοῦ ἀκολούθου ἀπολογηθῆναι· οὐ γὰρ μηνυτὴς οὐδʼ ἐλεγκτὴρ τῶν ἀποκτεινάντων εἰμί, ἀλλὰ διωκόμενος ἀποκρίνομαι.
而对我而言,除了针对随从的证言进行辩解外,本不该做其他任何事;因为我并非行凶者的告发者或揭发者,而是作为被告在进行申辩。
ὅμως δὲ περιεργαστέον, ἵνα ἐκ παντὸς τρόπου τούτους τε ἐπιβουλεύοντάς μοι ἐμαυτόν τε ἀπολυόμενον ἐπιδείξω τῆς ὑποψίας.
然而,我仍必须额外审视,以便通过一切方式证明他们是在图谋加害于我,而我自己则正从嫌疑中解脱出来。
§4.4τὴν μὲν οὖν ἀτυχίαν ᾗ με διαβάλλουσιν, εἰς εὐτυχίαν αἰτοῦμαι μεταστῆναι· ἀξιῶ δʼ ὑμᾶς ἀπολύσαντάς με μακαρίσαι μᾶλλον ἢ καταλαβόντας ἐλεῆσαι.
因此,我请求让他们用来诽谤我的那件不幸转化为幸运;我恳求你们释放我并祝福我,而不是定我的罪并怜悯我。
φασὶ δὲ τῶν μὲν ἐντυχόντων παιομένοις αὐτοῖς οὐδένα ὅντινα οὐκ εἰκότερον εἶναι σαφῶς πυθόμενον τοὺς διαφθείραντας αὐτοὺς εἰς οἶκον ἀγγεῖλαι ἢ ἀπολιπόντα οἴχεσθαι.
他们声称,在他们挨打时撞见他们的人中,没有任何人,询问清楚凶手是谁并向其家人报告,不比抛下他们逃跑更为合乎情理。
§4.5ἐγὼ δὲ οὐδένα οὕτω θερμὸν καὶ ἀνδρεῖον ἄνθρωπον εἶναι δοκῶ, ὅντινα οὐκ ἂν ἀωρὶ τῶν νυκτῶν νεκροῖς ἀσπαίρουσι συντυχόντα πάλιν ὑποστρέψαντα φεύγειν μᾶλλον ἢ πυνθανόμενον τοὺς κακούργους περὶ τῆς ψυχῆς κινδυνεῦσαι.
但在我看来,似乎没有哪个热血且勇敢的人,在深夜撞见奄奄一息的尸体时,不会宁愿掉头逃跑,也不愿去盘问歹徒并冒着生命危险。
τούτων δὲ μᾶλλον ἃ εἰκὸς ἦν δρασάντων, οἱ μὲν ἐπὶ τοῖς ἱματίοις διαφθείραντες αὐτοὺς οὐκ ἂν ἔτι εἰκότως ἀφίοιντο, ἐγὼ δὲ ἀπήλλαγμαι τῆς ὑποψίας.
而如果他们真的做了更合乎情理的事,那么那些为了衣服而害死他们的人,就不再能合情合理地逃脱,而我则免除了嫌疑。
§4.6εἰ δὲ ἐκηρύσσοντο ἢ μὴ ἄλλοι τινὲς κακοῦργοι ἅμα τῷ τούτων φόνῳ, τίς οἶδεν;
但是,在他们被杀的同时,是否还有其他罪犯在行凶被宣告,谁能知道呢?
οὐδενὶ γὰρ ἐπιμελὲς ἦν σκοπεῖν ταῦτα.
因为没有任何人关心去审查这些事情。
ἀφανοῦς δὲ ὄντος τοῦ κηρύγματος, οὐδὲ ὑπὸ τούτων τῶν κακούργων ἄπιστον διαφθαρῆναι αὐτόν.
既然该宣告不为人知,那么他就是被这些歹徒所害也并非不可信。
§4.7τοῦ δὲ θεράποντος πῶς χρὴ πιστοτέραν τὴν μαρτυρίαν ἢ τῶν ἐλευθέρων ἡγεῖσθαι;
而且,凭什么要把这个仆人的证言看得比自由人的证言更可靠呢?
οἱ μὲν γὰρ ἀτιμοῦνταί τε καὶ χρήμασι ζημιοῦνται, ἐὰν μὴ τἀληθῆ δοκῶσι μαρτυρῆσαι· ὁ δὲ οὐκ ἔλεγχον παρασχὼν οὐδὲ βάσανον—ποῦ δίκην δώσει;
因为自由人如果被认为没有如实作证,就会被剥夺公民权并被罚款;但他既未提供反证也未接受拷问,他将在哪里承担惩罚?
ἢ τίς ἔλεγχος ἔσται;
或者又有什么反证可言?
ἀκινδύνως τε οὗτός γε μέλλων μαρτυρεῖν, οὐδὲν θαυμαστὸν ἔπαθεν ὑπὸ τῶν κυρίων ἐχθρῶν μοι ὄντων πεισθεὶς καταψεύδεσθαί μου· ἐγώ τε ἀνόσιʼ ἂν πάσχοιμι, εἰ μὴ πιστῶς καταμαρτυρηθεὶς διαφθαρείην ὑφʼ ὑμῶν.
由于他是毫无风险地作证,因此他受制于作为我仇敌的主人们并被说服对我进行诬告,就完全不足为奇了;如果我因这不可靠的指控而被你们处死,我将遭受不虔敬的冤屈。
§4.8μὴ παραγενέσθαι δέ με τῷ φόνῳ ἀπιστότερον ἢ παραγενέσθαι φασὶν εἶναι.
他们还声称,我不曾在谋杀现场比我在场更不可信。
ἐγὼ δʼ οὐκ ἐκ τῶν εἰκότων ἀλλʼ ἔργῳ δηλώσω οὐ παραγενόμενος.
但我将通过事实而非可能性来表明我未曾到场。
ὁπόσοι γὰρ δοῦλοί μοι ἢ δοῦλαί εἰσι, πάντας παραδίδωμι βασανίσαι· καὶ ἐὰν μὴ φανῶ ταύτῃ τῇ νυκτὶ ἐν οἴκῳ καθεύδων ἢ ἐξελθών ποι, ὁμολογῶ φονεὺς εἶναι.
因为,无论我有多少男女奴隶,我都全部移交接受拷问;如果无法证实我那晚在家里睡觉,或者曾外出到某处,我便承认自己是杀人凶手。
ἡ δὲ νὺξ οὐκ ἄσημος· τοῖς γὰρ Διιπολείοις ὁ ἀνὴρ ἀπέθανε.
而那一夜并非默默无闻,因为那人是在迪伊波利亚节死去的。
§4.9περὶ δὲ τῆς εὐδαιμονίας, ἧς ἕνεκα τρέμοντά μέ φασιν εἰκότως ἀποκτεῖναι αὐτόν, πολὺ τἀναντία ἐστί.
至于他们声称我因战栗而合乎情理地杀害他的那一笔财富,情况恰恰相反。
τοῖς μὲν γὰρ ἀτυχοῦσι νεωτερίζειν συμφέρει· ἐκ γὰρ τῶν μεταβολῶν ἐπίδοξος ἡ δυσπραγία μεταβάλλειν αὐτῶν ἐστι·
因为对于不幸者而言,变革是有利的;因为从变革中,他们的困境有望发生改变。
τοῖς δʼ εὐτυχοῦσιν ἀτρεμίζειν καὶ φυλάσσειν τὴν παροῦσαν εὐπραγίαν.
但对于幸运者而言,保持安宁并守护当前的繁荣是有利的。
μεθισταμένων γὰρ τῶν πραγμάτων δυστυχεῖς ἐξ εὐτυχούντων καθίστανται.
因为一旦时局变动,不幸者便会从曾经的幸运者中产生。
§4.10ἐκ δὲ τῶν εἰκότων προσποιούμενοί με ἐλέγχειν, οὐκ εἰκότως ἀλλʼ ὄντως φονέα μέ φασι τοῦ ἀνδρὸς εἶναι.
他们虽假装通过可能性来驳倒我,却声称我并非由于嫌疑、而是实际上就是杀害那人的凶手。
τὰ δὲ εἰκότα ἄλλα πρὸς ἐμοῦ μᾶλλον ἀποδέδεικται ὄντα.
然而,其他的可能性已被证明反而对我有利。
ὅ τε γὰρ καταμαρτυρῶν μου ἄπιστος ἐλήλεγκται ὤν, ὅ τε ἔλεγχος οὐκ ἔστι· τά τε τεκμήρια ἐμά, οὐ τούτων ὄντα ἐδήλωσα· τά τε ἴχνη τοῦ φόνου οὐκ εἰς ἐμὲ φέροντα, ἀλλʼ εἰς τοὺς ἀπολυομένους ἀποδέδεικται ὑπʼ αὐτῶν.
因为对我作不利证言的人已被证明不可靠,且不存在反证;我也已表明那些迹象是属于我的,而非属于他们的;杀人的踪迹已被他们证明并非指向我,而是指向那些被免除嫌疑的人。
πάντων δὲ τῶν κατηγορηθέντων ἀπίστων ἐλεγχθέντων, οὐκ ἐὰν ἀποφύγω οὐκ ἔστιν ἐξ ὧν ἐλεγχθήσονται οἱ κακουργοῦντες, ἀλλʼ ἐὰν καταληφθῶ, οὐδεμία ἀπολογία τοῖς διωκομένοις ἀρκοῦσά ἐστιν.
当所有指控都被证明不可靠时,情况并非是如果我脱罪,犯罪者就无法被定罪,而是如果我被判有罪,那么对于被起诉的人而言,任何辩护都将变得不再充分。
§4.11οὕτω δὲ ἀδίκως διώκοντές με, αὐτοὶ μὲν ἀνοσίως ἀποκτεῖναι ζητοῦντες καθαροί φασιν εἶναι, ἐμὲ δέ, ὃς εὐσεβεῖν ὑμᾶς πείθω, ἀνόσια δρᾶν λέγουσιν.
在如此不公地起诉我的同时,他们自己一边图谋不虔敬地置我于死地,一边却自称是洁净的,反而说我这个劝你们保持虔敬的人作了不虔敬的事。
ἐγὼ δὲ καθαρὸς ὢν πάντων τῶν ἐγκλημάτων ὑπὲρ μὲν ἐμαυτοῦ ἐπισκήπτω αἰδεῖσθαι τὴν τῶν μηδὲν ἀδικούντων εὐσέβειαν, ὑπὲρ δὲ τοῦ ἀποθανόντος ἀναμιμνῄσκων τὴν ποινὴν παραινῶ ὑμῖν μὴ τὸν ἀναίτιον καταλαβόντας τὸν αἴτιον ἀφεῖναι· ἀποθανόντος γὰρ ἐμοῦ οὐδεὶς ἔτι τὸν αἴτιον ζητήσει.
而我洗清了所有指控,为了我自己,我极力促请你们尊重那些毫无过错之人的虔敬;为了死者,我提醒你们注意惩罚,并奉劝你们不要惩罚无辜者而放过有罪者;因为一旦我死,就再也没有人会去寻找真凶了。
§4.12ταῦτα οὖν σεβόμενοι ὁσίως καὶ δικαίως ἀπολύετέ με, καὶ μὴ μετανοήσαντες τὴν ἁμαρτίαν γνῶτε· ἀνίατος γὰρ ἡ μετάνοια τῶν τοιούτων ἐστίν.
因此,请尊崇这些,虔敬且公正地释放我,不要在后悔之后才认识到错误;因为对这类事情的后悔是无可挽回的。