Humanitext Reader

安提丰 · 控告继母下毒案 §24-31

亡父遗托的复仇之责与辩论总结

第 4 段,共 4 段 · 希腊语

内容简介

原告强调惩罚蓄意谋杀的继母之正当性,并批评了其兄弟对被告的袒护。最后他透露,父亲在临终前曾亲口向他指出凶手并托付复仇之责,以此结束辩论,并呼吁裁判员与冥府神明作出公正裁决。

§24καὶ ἐγὼ μὲν ἐπεξέρχομαι [λέγων], ἵνα δῷ δίκην ὧν ἠδίκηκε καὶ τιμωρήσω τῷ τε πατρὶ τῷ ἡμετέρῳ καὶ τοῖς νόμοις τοῖς ὑμετέροις·
而我提起诉讼,是为了让她为自己所犯的罪行付出代价,也是为了让我向我们的父亲和你们的法律复仇。
ταύτῃ καὶ ἄξιόν μοι βοηθῆσαι ὑμᾶς ἅπαντας, εἰ ἀληθῆ λέγω· οὗτος δὲ τἀναντία, ὅπως ἡ τοὺς νόμους παριδοῦσα μὴ δῷ δίκην ὧν ἠδίκηκε, ταύτῃ βοηθὸς καθέστηκε.
在这方面,如果我说的是实话,你们所有人向我提供援助是理所当然的;相反,此人却充当了她的帮凶,为的是让那个无视法律的女人免受因所犯罪行而应得的惩罚。
§25καίτοι πότερον δικαιότερον τὸν ἐκ προνοίας ἀποκτείναντα δοῦναι δίκην ἢ μή;
然而,究竟是让蓄意谋杀者受到惩罚更公正,还是不惩罚更公正?
καὶ πότερον δεῖ οἰκτεῖραι μᾶλλον τὸν τεθνεῶτα ἢ τὴν ἀποκτείνασαν;
我们又更应该怜悯谁,是死者,还是那个杀人的女人?
ἐγὼ μὲν οἶμαι τὸν τεθνεῶτα· καὶ γὰρ ἂν δικαιότερον καὶ ὁσιώτερον καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων γίγνοιτο ὑμῖν.
我个人认为是死者;因为这样做对你们而言,无论在神明还是在世人面前,都会更加公正、更加虔敬。
ἤδη οὖν ἐγὼ ἀξιῶ, ὥσπερ κἀκεῖνον ἀνελεημόνως καὶ ἀνοικτίστως αὕτη ἀπώλεσεν, οὕτω καὶ αὐτήν ταύτην ἀπολέσθαι ὑπό τε ὑμῶν καὶ τοῦ δικαίου.
因此,我现在要求,正如此女毫无慈悲、毫无怜悯地毁灭了那个人一样,她自己也同样应当被你们和正义所毁灭。
§26ἡ μὲν γὰρ ἑκουσίως καὶ βουλεύσασα τὸν θάνατον ἀπέκτεινεν, ὁ δʼ ἀκουσίως καὶ βιαίως ἀπέθανε.
因为一方是自愿且通过策划死因杀害了对方,而另一方则是非自愿且暴烈地死去。
πῶς γὰρ οὐ βιαίως ἀπέθανεν, ὦ ἄνδρες;
诸位,他怎么就不是暴烈地死去的呢?
ὅς γʼ ἐκπλεῖν ἔμελλεν ἐκ τῆς γῆς τῆσδε, παρά τε ἀνδρὶ φίλῳ αὑτοῦ εἱστιᾶτο· ἡ δὲ πέμψασα τὸ φάρμακον καὶ κελεύσασα ἐκείνῳ δοῦναι πιεῖν ἀπέκτεινεν ἡμῶν τὸν πατέρα.
他本打算从这片土地启航,并在他的一位朋友家接受款待;但这个女人却送去毒药,并命令将药给那个人喝,从而杀害了我们的父亲。
πῶς οὖν ταύτην ἐλεεῖν ἄξιόν ἐστιν ἢ αἰδοῦς τυγχάνειν παρʼ ὑμῶν ἢ ἄλλου του;
既然如此,这个女人又怎能值得怜悯,或者凭什么从你们或其他人那里获得宽恕?
ἥτις αὐτὴ οὐκ ἠξίωσεν ἐλεῆσαι τὸν ἑαυτῆς ἄνδρα, ἀλλʼ ἀνοσίως καὶ αἰσχρῶς ἀπώλεσεν.
她自己都不屑于怜悯自己的丈夫,反而不虔敬且可耻地毁灭了他。
§27οὕτω δέ τοι καὶ ἐλεεῖν ἐπὶ τοῖς ἀκουσίοις παθήμασι μᾶλλον προσήκει ἢ τοῖς ἑκουσίοις καὶ ἐκ προνοίας ἀδικήμασι καὶ ἁμαρτήμασι.
因此,实际上对于非自愿的遭遇,比对自愿且蓄意的恶行和过错,更应当给予怜悯。
καὶ ὥσπερ ἐκεῖνον αὕτη οὔτε θεοὺς οὔθʼ ἥρωας οὔτʼ ἀνθρώπους αἰσχυνθεῖσα οὐδὲ δείσασʼ ἀπώλεσεν, οὕτω καὶ αὐτὴ ὑφʼ ὑμῶν καὶ τοῦ δικαίου ἀπολομένη, καὶ μὴ τυχοῦσα μήτʼ αἰδοῦς μήτʼ ἐλέου μήτʼ αἰσχύνης μηδεμιᾶς παρʼ ὑμῶν, τῆς δικαιοτάτης ἂν τύχοι τιμωρίας.
正如此女毫无对神明、英雄或世人的羞耻与敬畏,毁灭了那个人一样,她自己若被你们和正义毁灭,且在你们那里得不到任何宽恕、怜悯或敬重,也将获得最公正的惩罚。
§28θαυμάζω δὲ ἔγωγε τῆς τόλμης τοῦ ἀδελφοῦ καὶ τῆς διανοίας, τὸ διομόσασθαι ὑπὲρ τῆς μητρὸς εὖ εἰδέναι μὴ πεποιηκυῖαν ταῦτα.
然而,我个人对我兄弟的胆量和想法感到十分惊讶,他竟然为他的母亲严正起誓,声称自己清楚知道她没有做过这些事。
πῶς γὰρ ἄν τις εὖ εἰδείη οἷς μὴ παρεγένετο αὐτός;
因为一个人对于自己未曾亲临的事,又怎能清楚知道呢?
οὐ γὰρ δήπου μαρτύρων γʼ ἐναντίον οἱ ἐπιβουλεύοντες τοὺς θανάτους τοῖς πέλας μηχανῶνταί τε καὶ παρασκευάζουσιν, ἀλλʼ ὡς μάλιστα δύνανται λαθραιότατα καὶ ὡς ἀνθρώπων μηδένα εἰδέναι·
毕竟,那些企图谋害邻人生命的人,绝不会在证人面前策划和准备,而是尽可能以最隐秘的方式进行,好让任何人都无法知晓。
§29οἱ δʼ ἐπιβουλευόμενοι οὐδὲν ἴσασι, πρίν γʼ ἤδη ἐν αὐτῷ ὦσι τῷ κακῷ καὶ γιγνώσκωσι τὸν ὄλεθρον ἐν ᾧ εἰσί.
相反,那些被谋害的人在身陷灾难、并意识到自己正处于毁灭之中以前,什么也不会知道。
τότε δέ, ἐὰν μὲν δύνωνται καὶ φθάνωσι πρὶν ἀποθανεῖν, καὶ φίλους καὶ ἀναγκαίους τοὺς σφετέρους αὐτῶν καλοῦσι καὶ μαρτύρονται, καὶ λέγουσιν αὐτοῖς ὑφʼ ὧν ἀπόλλυνται, καὶ ἐπισκήπτουσι τιμωρῆσαι σφίσιν αὐτοῖς ἠδικημένοις·
但就在那个时刻,如果他们有能力且能在死前赶得及,就会召集自己的朋友和亲属,请求他们作证,并告诉他们自己是被谁害死的,嘱托他们为蒙受不公的自己复仇。
§30ἃ κἀμοὶ παιδὶ ὄντι ὁ πατήρ, τὴν ἀθλίαν καὶ τελευταίαν νόσον νοσῶν, ἐπέσκηπτεν.
正是在我还是个孩子的时候,我的父亲在遭受痛苦而临终的疾病折磨时,对我嘱托了这些事。
ἐὰν δὲ τούτων ἁμαρτάνωσι, γράμματα γράφουσι, καὶ οἰκέτας τοὺς σφετέρους αὐτῶν ἐπικαλοῦνται μάρτυρας, καὶ δηλοῦσιν ὑφʼ ὧν ἀπόλλυνται.
但如果他们错失了这些机会,他们就会写下书信,并召唤自己的家奴作证,表明自己是被谁害死的。
κἀκεῖνος ἐμοὶ νέῳ ἔτι ὄντι ταῦτα ἐδήλωσε καὶ ἐπέστειλεν, ὦ ἄνδρες, οὐ τοῖς ἑαυτοῦ δούλοις.
而那个人,诸位,在我还年轻的时候,正是向我表明并嘱托了这些事,而不是向他自己的奴隶。
§31ἐμοὶ μὲν οὖν διήγηται καὶ βεβοήθηται τῷ τεθνεῶτι καὶ τῷ νόμῳ· ἐν ὑμῖν δʼ ἐστὶ σκοπεῖν τὰ λοιπὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ δικάζειν τὰ δίκαια.
因此,对我而言,叙述已经结束,对死者和法律的维护也已完成;现在轮到你们自己斟酌其余的事情,并做出公正的判决。
οἶμαι δὲ καὶ τοῖς θεοῖς τοῖς κάτω μέλειν οἳ ἠδίκηνται.
我相信,那些受到冒犯的冥府神明同样也在关注着这件事。

词汇与语法注释

  1. §24ὧν ἠδίκηκε — 关系代名词的吸引(Attraction)。在原本应为 τούτων ἃ ἠδίκηκε(或省略先行词的形式)中,由于先行词被省略,关系代词 ἃ 被吸引为先行词应有的属格形式 ὧν。
  2. §25ἂν ... γίγνοιτο — “希求法 + ἄν”表示潜在可能性。上下文省略了诸如“如果你们怜悯死者并惩罚被告”之类的条件从句(εἰ + 希求法),仅表达了主句结果。
  3. §28τοῦ ἀδελφοῦ ... τὸ διομόσασθαι — 表示惊讶或指责的动词 θαυμάζω 带有表示原因的属格(τοῦ ἀδελφοῦ),随后接带中性冠词的不定式短语(tò diomósasthai...)作为同位语,以具体说明该原因的内容。
  4. §30τὴν ἀθλίαν καὶ τελευταίαν νόσον νοσῶν — 同源宾格(Cognate accusative)。不及物动词 νοσέω(患病)带同源名词 νόσος 及其修饰语作为宾格,以此来强调病况的惨痛程度。
  5. §31ἐμοὶ μὲν οὖν διήγηται καὶ βεβοήθηται — 与完结动词被动语态(διήγηται, βεβοήθηται)连用的施事者与格(ἐμοί)。在希腊语被动句中,尤其是在现在完成时态下,使用与格而非 ὑπό + 属格来表示行为主体是标准用法。

引用这一段

安提丰, 控告继母下毒案 §24-31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg001.humanitext-grc2:24-31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。