§7.1AΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗI ΚΑΙ ΔΗΜΩΙ.
ʼΕπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν ὑμετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον πρὸς ὑμᾶς νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδώσειν χάριν, ἀλλʼ ἀτυχῶν ἔτι καὶ τῆς πατρίδος ἐστερημένος ὅμῶς ἀρκέσαι πειράσομαι.
埃斯基涅斯致议会与公民大会。 我听闻了梅拉诺普斯对你们所说的话,一方面,我接受了你们的善意,但另一方面,对于梅拉诺普斯,我认为我不仅会在回到你们身边时给他以符合其生平的应有报偿,而且在依然遭受不幸、被剥夺祖国的当下,我也同样会努力做到足以与他抗衡。
§7.2ἐγὼ γάρ, ὦ ΜΔλάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτη κεχρῆσθαι τῇ συμφορᾷ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρʼ αὐτοὺς ἀγωνιζόμενος.
梅拉诺普斯啊,我承认我是依法承受这一不幸的,然而,我坚称,我之所以遭受这一切,是因为我维护了法律,并且为了不让任何人违背法律获得冠冕而抗争。
ἐμοὶ μὲν οὗν τὸ δεδυστυχηκέναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θεμιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῆ πόλει γενομένων· §7.3σοὶ δὲ τὸ μέχρι μὲν χθὲς καὶ πρώην θεσμοθετοῦντος ἤδή σοῦ προεστάναι τὴν μητέρα, τρὶς δὲ ἐμπεσεῖν εἶς τὸ δεσμωτήριον τὸν πατέρα σου, σὲ δὲ πραθέντα τρισχιλίων δραχμῶν τὴν ἀκμὴν ἡταιρηκέναι, τοῖς περὶ Τί‒ μαρχον νέοις κοινὰ ταῦτʼ εἶναι, οὐ τοῖς περὶ Gεμιστοκλέα ἢ Ἀριστείδην τὸν δίκαιον ὑπολαμβάνω.
因此,对我而言,在参与国政时遭受不幸,是与地米斯托克利、阿里斯泰德以及许多曾经在这座城市中最为辉煌的人们所共同的命运;但对你来说,直到昨天和前天,甚至在你已经担任法官的时候,你的母亲还在经营妓院,你的父亲三次入狱,以及你自己被以三千德拉克马的价格卖掉,并在青春盛年时充当男妓,我认为这些事情是与蒂马科斯身边的年轻人所共通的,而不是与地米斯托克利或“义人”阿里斯泰德身边的人所共通的。
§7.4ἀλλὰ Μελανώπῳ μὲν αὗθις, ἐὰν ὑμῖν δόξῃ, διαλέξομαι παρών· ὑμῖν δὲ τῆς μὲν εὐνοίας, ἥν ἀπόντι μοι παρέχεσθε, θορυβοῦντες ἀεὶ καὶ μὴ θέλοντες ἀκροᾶσθαι τῶν λοιδορούντων ἡμᾶς, πολλὴν χάριν ἔχω, δικαιότερον μέντοι καὶ ἄμεινον ἥν ἐμὲ αὐτὸν ἐᾶσαι πρὸς τοὺς λοιδοροῦντας λέγειν, ψηφισαμένους πολλάκις πολλοῖς ῆδη ἐψηφίσασθε τὰ μέγιστα ἁμαρτοῦσιν εἰς ὑμᾶς.
但是关于梅拉诺普斯,如果你们同意的话,我将在场时再与他辩论;而对于你们,一方面,我非常感激你们在我不在场时所表现出的好意,因为你们总是大声抗议,拒绝听信那些诽谤我们的人;然而,如果能投票允许我自己去反驳那些诽谤者,就像你们已经多次为许多对你们犯下极大罪行的人所做的那样,这本会是更公正、也更好的。
§7.5εἰ δὲ μή, τό γε δεύτερον ἂν δεηθείην, ἀνέχεσθαι πολὺ μᾶλλον τῶν λοιδορουμένων ἡμᾶς, ἢ χαρίζεσθαι δοκοῦντας, ὅτι τῶν βλασφημιῶν οὐκ ἀκροᾶσθε, μείζω τὴν ὑποψίαν τῶν δυναμένων λέγεσθαι ποιεῖν.
否则的话,我至少要提出这第二个请求:与其表面上因为不听信那些诽谤而显得是在向我示好,实际上却让人们对那些可能被说出的话产生更大的疑虑,倒不如去容忍那些诽谤我们的人。