§5.1Ὁ μὲν Οὐλιάδης, ᾧ μάλιστʼ ἐπεποίθεις, οὔτε ὅτε ἀφίγμεθα εἰς Ῥόδον παρὼν ἔτυχεν, ἀλλὰ περὶ Αἰνδον ἧν, οὔτʼ ἐπανελθών εἰς Ῥόδον περιττῶς ήσμένισεν ἡμᾶς, ἔξω δὴ τοῦ τὰ κοινὰ ταῦτα προστάξαι, λέγειν, εἴ τινων χρῇζομεν.
你最信任的乌利亚德斯在我们抵达罗得岛时碰巧不在,而是去了林多斯;他回到罗得岛后,也没有特别热情地款待我们,除了履行那些常规的事务性指示,告诉我们如果需要什么就开口。
ὁ δὲ Κλεοκράτης, οὐδὲ μὰ τοὺς θεοὺς ἐπιστεῖλαί σοι δυναίμην ἂν αὐταρκῶς τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας, ὅσῃ κέχρηται περὶ ἐμέ.
但是至于克莱奥克拉特斯,凭诸神起誓,我甚至无法在信中向你充分描述他对我所表现出的无微不至的善意。
§5.2καὶ γὰρ οἰκίαν παρεσκεύασέ μοι δημοσίᾳ δοθῆναι καὶ χωρίον ἐν Καμίρῳ, καὶ αὐτὸς δὲ ἔπεμψεν ἡμῖν τὰ ἐπιτήδεια καὶ εἰς ἐνιαυτὸν ἄφθονα, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ Τεύθραντι καὶ Πλειστίᾳ, τὰ μὲν ἄλλα καὶ εἰ φαυλότερα τῶν Ἀθήνησιν, ὥσπερ ἔλαιον καὶ μέλι, ἀλλʼ οἵων παρόντων οὐδὲν ἂν τῶν ἐκεῖθεν δεηθείημεν, οἶνόν γε μὴν καὶ πολὑ ἀμείνω τοῦ παρʼ ὑμῖν, καὶ ἐκ στροβίλου ἄμα καὶ ἀλεύρων καὶ ἀρωμάτων πεποιημένα ἐν τύποις τραγήματα, ὧν καὶ πέπομφά σοι.
因为他不仅为我安排了公家提供的住房,还在卡米罗斯为我准备了一块土地。 而且他本人还送给我们生活必需品,其数量足供一年之需,不仅给我,也给特乌特拉斯和普莱斯提亚斯。 其他东西,比如橄榄油和蜂蜜,即使比雅典的要逊色一些,但只要有了这些,我们就绝不需要从雅典运来任何东西。 然而,这里的葡萄酒却比你们那里的要好得多,他还送给我们用松子、面粉和香料模制而成的糕点,其中一些我也已经寄给你了。
§5.3ταῦτά θʼ ἡμῖν ἔπεμψε, καὶ πυρῶν μεδίμνους, ὅσοις ἐγὼ μεδίμνοις οὐκ ὅπως ἐμαυτόν, ἀλλὰ καὶ πάντας Κοθωκίδας διαρκεῖν ἂν ἐδυνάμην·
他送给我们的不仅有这些,还有许多麦地姆诺的大麦,有了这么多麦地姆诺,我不仅能养活我自己,甚至能养活整个科索基德斯的居民。
καὶ πολλὰ δὲ ἄλλα πρὸς τούτοις, ἄ γράφειν αἰσχύνομαι, ἵνα μή τινα δηλοῦν ἐμὴν μικρολογίαν δόξω.
除了这些,他还送了许多其他东西,我因感到羞愧而没有写下来,以免我显得是在表露自己的器量狭小。
τὸ μὲν γὰρ τὰ μικρὰ πάνυ ὑπερασπάζεσθαι μικρολογίας τινὸς εἶναί φημι καὶ ἀπειροκαλίας, φιλοφρονημάτων δὲ καὶ μικρῶν πάνυ ἔγωγε ἡττᾶσθαι ὁμολογῶ.
因为虽然我认为对极其微小的事情过分感激是某种器量狭小和缺乏品味的表现,但我自己也承认,即使面对极微小的友好表示,我也会为之折服。
§5.4παρέχει δὲ ἡμῖν καὶ ἄλλα καλλίω, συῶν τε ἀγρίων καὶ δορκάδων τῶν πέραθεν ἀπολαύσματα.
他还为我们提供其他更美好的享受,即来自对岸大陆的野猪和羚羊等猎物。
ἔτι δὲ καὶ αὐτὸς ἡμῖν σύνεστιν ὁσημέραι, καὶ μεταδίδωσι τῆς αὐτοῦ σοφίας, ἢ σοφωτέρα ἢ καθʼ ἡμᾶς ἐστιν.
此外,他本人每天都与我们相伴,并与我们分享他的智慧,他的智慧之高,甚至超出了我们的水平。
ἂ γὰρ ἐγὼ παθὼν ἐδιδάχθην, ταῦτα πρὶν παθεῖν φυλάττεται, σοφίᾳ καὶ οὐχ ὥσπερ οἱ ἄφρονες πείρᾳ διδασκόμενος· §5.5οὐ γὰρ πολιτεύεται.
因为我通过遭受痛苦才学到的教训,他却在遭受痛苦之前就凭借智慧防范于未然,他是被智慧所教导,而不是像愚蠢的人那样被经验所教导;因为他不参与政治。
καὶ ὅσον γʼ ἐπὶ Κλεοκράτει, οὐδεμιᾶς πόλεως ἄλλης οὐδὲ ἀνθρώπων ἐπιθυμῶ, ἀλλὰ καὶ σφόδρα ἀσμενίζω τῇ συμφορᾷ, καὶ ἀρχὴ δοκεῖ μοι τοῦ βίου ἡ ἀπαλλαγὴ τῆς αὐτόθι πολιτείας.
只要有克莱奥克拉特斯在,我绝不渴望任何其他的城市,也不渴望任何人,相反,我甚至对自己的不幸感到非常高兴,从那里的政治生活中解脱出来,在我看来似乎是我真正人生的开始。
καὶ ὁτὲ μὲν ὑπεραγαπῶ τὰ παρόντα, καὶ ὅπερ φασὶ Σοφοκλέα ἤδη γέροντα ὑπὲρ ἄλλης ἡδονῆς εἰπεῖν, ὥσπερ κυνὸς λυττώσης ἀπηλλάχθαι ποτὲ τῆς τοῦ πολιτεύεσθαι ἡδονῆς δοκῶ, καὶ ὅταν ὁ νοῦς ἐπικρατῇ, τρισευδαίμων ἔγωγε ἐμαυτῷ τῆς φυγῆς, ἤν φεύγω, φαίνομαι·
有时我极度喜爱现状,我觉得自己已经摆脱了政治生活的诱惑,正如人们所说,已经年迈的索福克勒斯谈到另一种快乐时,就好像摆脱了疯狗一样;每当理性占据主导时,我对自己所承受的这场流放感到无比幸福。
§5.6ὅταν δʼ αὖ πάλιν ὑπέλθῃ με λογισμός τε καὶ μνήμη τῶν αὐτόθι, οὐχ ἑταίρων μόνον, ἀλλὰ καὶ συγγενῶν καὶ ἐκκλησίας καὶ Κολλυτοῦ, ἐν ᾧ πέντε καὶ τετταράκοντα ἔτη ῷκησα, καὶ τοῦ Ἁλῆσι χωρίου καὶ τῶν ἐκεῖ μοι μετὰ σοῦ καὶ φιλίνου διατριβῶν γενομένων, μεταρρεῖ ἅπαν τὸ αἷμα ἄλλοσέ ποι τῶν σπλάγχνων πάλιν, καί μοι δήποτε καὶ λοιδορίαι, αἷς ἐλοιδορούμην ὑπὸ Δημοσθένους, ἥδισται δοκοῦσι, καὶ σκώμματα, ἐφʼ οἷς οὐδεὶς ἔξω Κτησιφῶντος ἐγέλασε πώποτε.
但另一方面,当对雅典人事的思念和记忆再次悄悄袭来时——不仅是对同伴,还有对亲属、公民大会以及我生活了四十五年的科利图斯,还有在哈莱的田庄,以及在那里与你和菲利努斯共同度过的时光——我五脏六腑的所有血液都再次倒流回别处,甚至连我被德摩斯梯尼辱骂的那些恶言恶语,如今在我看来也是最甜蜜的,还有那些除了克特西丰之外从未有人笑过的冷嘲热讽。
§5.7ἀλλὰ γὰρ ἄλις μὲν ῆδη δακρύων, σύ δʼ εὐτυχοίης, καὶ μὴ μόνον πολιτείαν ἄπασαν, ἀλλὰ καὶ Λεπτίνην φεῦγε, ὅτι πρὸς ἡμᾶς ἔχει φιλαπεχθημόνως, καὶ ὅτι τἄλλα τοιοῦτός ἐστιν, ὅτου περιεῖναι μὲν μηδενὸς λαμπρότερον, ἡττᾶσθαι δὲ ἀδοξότατον.
但是,现在眼泪已经足够了。 愿你幸福,你不仅要远离一切政治,还要远离莱普提奈斯,因为他对我心怀怨恨,而且在其他方面他也是这样一种人:战胜他算不得什么光彩,败给他却是最大的耻辱。
καὶ μάλιστα μὲν παραινῶ, φεῦγε τὰς μετʼ αὐτοῦ διατριβάς· εἰ δʼ αὗ συνέλθοις ἐκ τύχης καὶ καθʼ ἡμῶν λέγοι τι, πειρῶ σιωπᾶν, ἂν ἰσχύῃς, καὶ γελᾶν.
因此,我特别建议你避免与他交往;但如果你偶然遇到他,而他又说了些攻击我们的言论,如果可以的话,尽量保持沉默并一笑了之。
§5.8ἀλλʼ ὁ μὲν δίδωσιν ἀποχρῶσαν δίκην τῷ πᾶσιν ἀνθρώποις καὶ γέλωτος εἶναι δοκεῖν ἄμα καὶ μίσους ἄξιος·
但是,莱普提奈斯因为在所有人看来既配得上嘲笑又配得上憎恨,已经付出了足够的代价。
σύ δέ, εἰ μὴ πάνυ φοβῇ τὴν θάλατταν, ἀφίκοιο παρʼ ἡμᾶς ποτε, καὶ παρασχών σαυτὸν ἰδεῖν ἡμῖν ἐπανίοις πάλιν.
而你,如果你不那么害怕大海,就请抽空到我们这里来一趟,让我们见上一面,然后你再回去。