Humanitext Reader

埃斯基涅斯 · 书信集 §2.1-2.5

致克特西丰信:抗议骚扰亲属与诽谤

第 2 段,共 14 段 · 希腊语

内容简介

埃斯基涅斯强烈谴责克特西丰在他们离开后骚扰其母舅和亲属,并对其流亡处境进行诽谤。他批驳了克特西丰先前的虚伪表现,并警告他停止侮辱无力自卫的老人,提醒他命运无常。

§2.1ΚΤΗΣΙΦΩΝΤΙ. Ἐπέστειλεν ἡμῖν Νικόστρατος ὁ πρὸς μητρὸς θεῖος, ὡς ἐπηρεάζοις μὲν εἰς αὐτὸν οὐ μετρίως, ἐμοὶ δὲ ὀνειδίζοις τὴν διὰ σέ μοι συμβᾶσαν συμφοράν.
致克特西丰。 我的母舅尼科斯特拉托斯写信告诉我们,你对他进行了无礼的侮辱,并因你而降临到我身上的灾祸来羞辱我。
ἐγὼ δὲ θαυμάζω, τί παθὼν ἐξιοῦσι μὲν ἡμῖν οἴκοθεν τοιαῦτα διελέχθης, ὥστε πεισθῆναί με μηδὲν ὡν διελέχθης πεπλάσθαι σε μηδʼ ἄλλως φρονεῖν, βλέποντα πρῶτον μὲν εἰς τὴν ἐμὴν συμφοράν, ἢν οὐκ ἀπεικὸς εἶναι καὶ τοὺς ἐχθροὺς ἐλεεῖν ὑπελάμβανον, ἔπειτα δὲ εἰς τὸ τοῦ προσῇ ὤπου σου σκυθρωπὸν καὶ ὄμοιον δεδακρυμένῳ· §2.2ὥστʼ ἔγωγε καὶ ἐπέσκηψα ἐνίοις τῶν προσηκόντων ἡμῖν, εἴ του δέοιντο, προσιέναι σοι, καὶ μηδενὸς ὑστερήσειν ὑπεσχόμην αὐτοῖς, καὶ αὐτὸς δὲ ἐπέστειλα περὶ ὡν ἔχρῃζον Ἀθήνησί μοι γενέσθαι πολλάκις·
而我感到十分纳闷,你究竟是受了什么刺激,在我们离家时对我们说了那样的话,以至于让我相信你所说的绝非虚构,你也并非心怀异志——我当时首先看着我的灾祸,我原以为这灾祸连敌人都会同情,其次看着你那忧郁、近乎落泪的面容;因此我甚至嘱托我们的几位亲戚,如果他们有什么需要,就去找你,并向他们承诺绝不会让他们有所匮乏,我自己也多次写信,提及我希望在雅典为我办妥的事。
νῦν δʼ οὐδʼ ἐμποδὼν ἔτι οὗσιν ἡμῖν, οὐδὲ διενοχλοῦσι σοὶ οὐδʼ ἄλλῳ τινὶ Ἀθηναίων ἐπηρεάζεις, καὶ οὔτε εἰς τὴν τύχην ἀποβλέπεις οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων, ἀλλʼ ἐπαγωνίζῃ ἔτι καὶ ἐκπεπτωκόσι τῆς πατρίδος καὶ ἀπεστερημένοις ἐπιτιμίας καὶ πόλεως καὶ πολιτῶν καὶ φίλων.
但现在,在我们既不再碍你的眼,也不再打扰你或任何其他雅典人的情况下,你却肆意侮辱,既不顾及命运,也不顾及人间的其他任何事物,反而对那些被驱逐出祖国、被剥夺了公民权、国家、公民和朋友的人落井下石。
§2.3καὶ ὅσα μὲν εἰς ἐμὲ ἀπόντα ἐβλασφήμεις, σοὶ μὲν ἴσως φέροι ἄν τινα εκότως καὶ φθόνον καὶ μῖσος, ὥσπερ ἂν εἴ τινα τῶν τεθνεώτων ἐπιβάλλοιο βλασφημεῖν, ἐν οὕτω χρηστῇ τε καὶ φιλανθρώπῳ πόλει· ἐγὼ δὲ οὐκ ἄν διὰ ταῦτα φαυλότερος νομισθείην, ὑπὸ σοῦ λοιδορούμενος ἀπών, ἀτυχέστερος μέντοι καὶ ἐλεεινότερος ἴσω,. . . ποτὲ μὲν οὐδενὸς ἥττων, νυνὶ δὲ οὐδεμίαν ὑπὲρ αὐτοῦ φωνὴν ἐκπέμπειν, ἀλλʼ οὐδὲ ἀκούειν λοιδορούμενος δύναμαι.
至于你对我不在场时所说的种种坏话,在如此美好和仁慈的城邦里,或许理所当然地会给你带来某种嫉妒和憎恨,就像你企图去诽谤某个死人一样;而我并不会因为这些,在缺席时受到你的辱骂,就被认为是更卑劣的人,然而也许更为不幸和可怜,……曾经不亚于任何人,如今却连为自己发声都做不到,甚至在遭受辱骂时连听都听不到。
§2.4τὸ δὲ γέροντα ἐπιεικῆ ὑβρίζεσθαι, μηδεμίαν ἔτι ἐλπίδα ἔχοντα τοῦ δυνήσεσθαί ποτε ἀμύνασθαι, ὅς γε τὴν σήμπασαν ἐλπίδα ἐφʼ ἡμῖν ἀκμὴν ἔχει τοῖς μηδʼ αὐτοὺς σῴζειν ἔτι δυναμένοις, πῶς οὐκ αἰσχρόν ἐστιν;
但是,让一个温和的老人受到侮辱,他已不再抱有任何有朝一日能够自卫的希望——他竟然还将全部的希望寄托在连自己都无法拯救的我们身上——这怎能不令人感到可耻?
ἀλλὰ μὴ πρὸς τοῦ Διός, μὴ σύ γε, ὧ Κτησιφῶν, μηδὲ εἰ τὰ μάλιστα ἡμᾶς ἀνιᾶν ἔτι βούλει, καὶ εἰ μὴ πεπλήρωκέ σε μηδὲν τῶν ἡμετέρων κακῶν, §2.5μίασμα τοῦτο προσθῇς σαυτῷ τε καὶ τοῖς παισίν, οὕς τρέφεις βοηθοὺς ἔσεσθαι δηλονότι τῷ γήρᾳ σου προσδοκῶν.
但是,看在宙斯的份上,千万不要,克特西丰啊,千万不要这样做,即使你极想继续折磨我们,即使我们的不幸没有一件能让你感到满足,不要把这份污秽加在你自己和你的孩子们身上——你抚养他们,显然是期望他们能成为你晚年的依靠。
καὶ μέμνησο, ὅτι οὐδὲ Αἰσχίνης εἰς τοῦτό ποτε ἀφίξεσθαι ἤλπισεν, οὐδʼ ἀλλοί πολλοὶ καὶ ἔτι μᾶλλον ἀκμάσαντες ἐν τῇ ἑαυτῶν πόλει καὶ πολὑ λαμπρότεροι ἐμοῦ τε καὶ σοῦ γενόμενοι.
请记住,连埃斯基涅斯也从未料到自己会落到这般境地,其他许多在自己的城邦中更为繁荣、比你我都显赫得多的人也是如此。

词汇与语法注释

  1. 2.1τί παθὼν — 疑问词与不及物动词 `πάσχω`(遭受、经历)的不定过去时分词结合的惯用句。字面意思是“遭遇了什么”,在口语中表示“受了什么刺激”、“究竟是怎么回事”,带有对对方无理举动的谴责语气。
  2. 2.1βλέποντα — 宾格单数阳性分词(现在时)。在语法上,它与结果从句中不定式的主语 `με`(`ὥστε πεισθῆναί με...`)一致。这表明,是说话者埃斯基涅斯(`με`)而非克特西丰(`σε`)在“注视着(我自己的灾祸和你忧郁的脸色)”,从而导致他信以为真。
  3. 2.4μὴ ... προσθῇς — 一种禁止虚拟语气句式(不定过去时虚拟语气第二人称单数),始于 §2.4 的 `ἀλλὰ μὴ ... μὴ σύ γε`,并在 §2.5 的 `προσθῇς` 中完成。这形成了一个跨越章节边界的强烈的句法离隔(倒装法/hyperbaton),读者需要将否定词 `μή` 的挂载点一直保留,直到读到 §2.5 的动词 `προσθῇς`。

引用这一段

埃斯基涅斯, 书信集 §2.1-2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0026.tlg004.humanitext-grc1:2.1-2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。