§1.1AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ XΑΙΡΕΙΝ.
Λύσαντες ἐκ Μουνιχίας ἑσπέρας λαμπρῷ σφόδρα Σκίρωνι περὶ μέσην ἡμέραν κατήχθημεν εἰς Κορησὸν τὴν Κείων.
埃斯基涅斯致菲洛克拉底,问候。 我们在傍晚从慕尼基亚启航,乘着极其猛烈的西北风,在中午时分驶入了凯奥斯人的科雷索斯。
καθίσαντες δὲ ἡμέρας ἐννέα (σκαιὸς γὰρ ἦν ὁ ἄνεμος),εἶτα ἑσπέρας πάλιν λύσαντες ἄμα τῇ ἕῳ εἰς Δῆλον ἤλθομεν.
在那里停留了九天(因为风向不顺),接着又在傍晚启航,黎明时分我们抵达了德洛斯岛。
§1.2Δήλιοι δὲ ἐνόσουν λοιμώδη τινὰ νόσον· τὰ μὲν πρόσωπα ἐπίμπλαντο λεύκης καὶ τὰς τρίχας λευκοὶ ἐγίγνοντο, ὁ δὲ τράχηλος καὶ τὰ στέρνα ἀνῴδει, πυρετοὶ δʼ οὐκ ἐγίγνοντο οὐδὲ ἀλγηδόνες μεγάλαι, οὐδὲ τὰ κάτω μέρη παρήλλαττεν οὐδέν τι.
德洛斯人正患着某种疫病:他们的脸上长满了白斑,头发也变白了,脖子和胸部肿胀,但既不发烧,也没有剧烈的疼痛,下半身也毫无异常。
ταῦτα δὲ ἐπείθοντο κατὰ μῆνιν Ἀπόλλωνος αὐτοῖς συμβεβηκέναι, ταφέντος ἐν τῇ νήσῳ τινὸς τῶν ἐπιφανῶν, οὐ πρότερον εἶωθός· ἐκ τούτου προσβαλεῖν αὐτοῖς τὸν θεὸν τὴν νόσον ταύτην ὑπελάμβανον.
他们相信,由于某个显赫人物被安葬在这座岛上(这在以前是不被允许的),阿波罗发怒,这才使这些事降临到他们身上;他们因此认为,是神明把这种疾病降在了他们身上。
§1.3ἡμεῖς δὲ ὥσπερ εἰς τι ἔθνος ἀλλόφυλον ἢ νῆσον ἐν τῇ ἔξω θαλάττῃ ἀφιγμένοι, καὶ ἰδόντες ἐξαίφνης χρῆμαποικίλον ἀνθρώπων, νυκτὸς ἔτι φεύγοντες ῴχόμεθα, πυνθανόμενοι ἀλλήλων κατὰ τὸν πόρον, εἰ τὸ χρῶμα ἔχοι ἕκαστος οἷον ἐκόμιζεν οἴκοθεν, καὶ τὰς τρίχας.
而我们,就像是到了某个异族部落或外海的岛屿一样,突然看到人们这般怪异的模样,趁着夜色未退便仓皇逃离,在航行途中互相询问,各人的肤色和头发是否还和从家里带来时的一样。
ζάλη δὲ καὶ ἄνεμος ἐξώστης ἐμπεσὼν ἀπήνεγκεν ἡμᾶς ὑπὲρ Κρήτην, πλησίον αμαθοῦντος.
然而,一场风暴和一股强劲的逆风袭来,将我们刮到了克里特岛之外,靠近阿马图斯的地方。
§1.4ὡς δὲ ἐν συνόπτῳ ἡμεν ἤδη, ἀντιπνεῖ πνεῦμα Διβυκὸν.
当我们已经能望见陆地时,一阵利比亚风迎面吹来。
εἶτα πνεύσαντος ἡμῖν ἀπʼ ἄρκτων πάλιν, πέντε νύκτας ἐν θαλάττῃ γενόμενοι προσέχομεν Ἀερώνῃ, ἵνα μάθωμεν μὴ πολυπραγμονεῖν, εἴ τις ἐν τῇ ἑαυτοῦ πατρίδι κατὰ τοὺς νόμους ἢ μὴ στεφανοῦται.
随后,北风再次吹向我们,在海上度过五个夜晚后,我们在阿埃罗内靠岸,以此吸取教训:不要去多管闲事,去打听某人在自己的祖国是否依律获得授冠。
κἀκεῖθεν τέτταρσιν ἡμέραις ἀφικόμεθα εἰς ἐπίνειόν τι τῆς Ῥοδίας, ὅπου νοσῆσαί μοι συνέβη τὴν περὶ τὸ ἄσθμα νόσον.
从那里出发,四天后我们到达了罗得斯岛的一个港口,在那里我碰巧患上了喘息之疾。
§1.5ὡς δὲ ἐπιμείναντος αὐτόθι οὐκ ἐνεδίδου ἡ νόσος, διέπλευσα εἰς Ρόδὸν, καὶ ἐδέξατο ἡμᾶς εὐμενῶς ὁ τόπος· εὐθὺς γὰρ ὡς ἀφικόμην, πολὑ ῥᾴων ἐγενόμην.
由于我在那里停留期间病情并未好转,我便乘船前往罗得市,那个地方友善地接纳了我们;因为我一到达,身体就感觉轻松了许多。
καὶ ταυτὶ μὲν ἔχομέν σοι τέως ἐπιστέλλειν· τὰ δʼ ἄλλα ὡς ἂν ἕκαστα συμβαίνῃ, δηλώσομεν.
目前我们能写给你的就是这些事;至于其他的事,随着它们逐一发生,我们会再作告知。
εὐτύχει, καὶ μὴ πολιτεύου μηδὲ πρόσκρουε μήτε τοῖς πλέον σοῦ μήτε τοῖς ἔλαττον δυναμένοις.
愿你安好。 不要参与政治,也不要与比你更有权势或比你更无权势的人发生冲突。