Humanitext Reader

埃斯基涅斯 · 书信集 §12.1-12.9

为政治生涯辩护与归隐罗得岛

第 13 段,共 14 段 · 希腊语

内容简介

埃斯基涅斯回顾了自己清廉的从政生涯以及过去与德摩斯梯尼的法庭斗争,并解释说自己流亡后前往罗得岛隐退,而非投奔敌国或马其顿,以此来否认对他的指控。

§12.1AΙΣΧΙΝΗΣ ΑΘΗΝΑΙΩΝ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ. Κγὼ προσῆλθον τῷ πολιτεύεσθαι γεγονὼς ἔτη τρία καὶ τριάκοντα, μὰ Δίʼ οὐ τριταγωνιστεῖν μαθών, ὡς Δημοσθένης ἔλεγεν, ἀλλὰ καὶ τραφεὶς ἐλευθερίως, καὶ παιδείας φροντίσας τὰ μέτρια, καὶ λόγων οἵους λέγειν ἐν Ἀθήναις ἔπρεπε.
埃斯基涅斯致雅典议会与人民:我也在三十三岁时开始参与国政。 凭宙斯起誓,我并不是像德摩斯梯尼所说的那样,因学会了扮演第三配角才参与的,而是从小接受了自由人的抚养,注重适度的教育,并掌握了在雅典理应发表的此类辩论。
§12.2καὶ τούτους οὐκ εἰς συκοφαντίανʼ γυμνάσας, οὐδά τινι τῶν πολιτῶν δίκην δικασάμενος εὑρεθήσομαι λαβὼν ἀργύριον, οὐδὲ ὕβρεις ἀποδόμενος,| ἀλλʼ οὐδὲ ὑβρισθεὶς ὅλως οὐδὲ ἀφορμὴν προπηλακισμοῦ παρασχών, οὐδὲ εἰς δίκην τινὰ τῶν πολιτῶν καταστύσας, ἔξω Τιμάρχου μόνου.
我并没有为了谄媚和告密而操练这些辩论。 我绝不会被发现因与任何公民打官司而收取金钱,也未曾出卖过受侮辱者的诉讼;甚至我根本未曾遭受过侮辱,未曾提供过受作践的口实,也未曾将任何公民送上法庭——唯独蒂马克斯一人除外。
§12.3καὶ οὐκ ἀλαζονεύομαι πρὸς ὑμᾶς, ὡς πολλὰ πάνυ λαβεῖν ἐξόν μοι χρήματα μὴ λαβών, ἀλλʼ ὡς ἥν προσῆκον, δίκην κατὰ τοὺς νόμους λαβών.
我并没有在你们面前吹嘘,仿佛在可以收取极多钱财时却没有收取,而是吹嘘自己如同理所应当的那样,依法进行了惩罚。
καὶ μετὰ ταῦτα πάλιν Κτησιφῶντα, πολλὰʼ μὲν ὑπʼ αὐτοῦ παθών, πολλὰ δὲ ὑπὸ Δημοσθένους, παρανόμων ἐγραψάμην, δικαιοτάτην ὥ θεοὶ γραφήν.
此后,我又再次对克特西丰提起了违宪立法起诉——我曾遭受他极多的迫害,也曾遭受德摩斯梯尼极多的迫害——诸神啊,这是一起最公正的起诉!
§12.4καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ τῶν νόμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν λόγων ἡ Δημοσθένους δεινότης κρείττων ἐγένετο.
即使德摩斯梯尼的雄辩胜过了你们的法律和我的辩论,这也没什么可惊奇的。
ἐφάνη δὲ ἰσως ἐφʼ οἷς κατηγορήθην πρότερον ὑπὸ Δημοσθένους, πολὺ μείζοσι δηλονότι τούτων οὗσι, διʼ ἄ νῦν ἐξέπεσον, οὐ μικρὸν δεῖγμα τοῦτο τοῦ καλῶς πολιτεύεσθαι νομίζεσθαι, ὅτι οὐδὲ Δημοσθένους κατηγοροῦντος ἑάλων.
但在我此前被德摩斯梯尼控告的那些罪名中(那些罪名显然比我现在被流放的原因要重大得多),也许已经显明了这一点,即即使在德摩斯梯尼担任控告人时我也没有被判有罪,这被视为我良好执政的非同寻常的明证。
§12.5μετὰ δὲ ταύτην τὴν συμφορὰν καὶ τελέως καταφανῆ πᾶσι τοῖς Ἐλλησιν, οὐχ ὅπως μόνοις ὑμῖν, ἐμαυτὸν οἴομαι γεγονέναι.
而在这一灾祸之后,我认为自己不仅在你们面前,而且在所有希腊人面前,都变得完全彻底地显露无遗了。
τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀποθανόντες οἱ ἄνθρωποι καὶ φεύγοντες ἐκ τῶν πατρίδων, τότε δὴ καὶ μάλιστα, ὁποῖοί τινες ἐγένοντο τοὑς τρόπους, διαδείκνυνται;
因为谁不知道,人在死去和逃离祖国之时,尤其是在那个时候,他们的品格最能充分地显露出来?
§12.6και γαρ ἅ συνεχρυπτον αυτοὶ πρόστερον, ἐκ μέσου γενομένων ἐκείνων ἀναφαίνεται καθαρῶς· αἰτιᾶται γὰρ πολὑ μᾶλλον αὐτοὑς τῶν ἐχθρῶν ἕκαστος οὐδὲν ἀντ|ειπεῖν δυναμένους.
因为甚至连他们以前自己隐瞒的事情,在他们退出舞台后也会清清楚楚地显现出来;因为在他们无法进行任何反驳时,他们的每一个敌人都更会严厉地指责他们。
οἷ δὲ δὴ φεύγοντες ἐπὶ τοιαύταις αἰτίαις, ὡς τὰ τῶν πολεμίων ἀεὶ προαιρούμενοι, καὶ παντελῶς δεικνύουσι καὶ τοὺς τρόπους καὶ τὰς ἐν τῷ πολιτεύεσθαι γενομένας αὐτοῖς γνώμας καταφανεῖς· καὶ γὰρ καὶ ὅπως φέρουσι τὰς συμφοράς, καὶ ὡς διάκεινται πρὸς τὰς ἑαυτῶν πατρίδας, ἐξετάζονται σαφῶς.
而那些因涉嫌总是选择敌人利益等罪名而流亡的人,则完全展示了他们的品格和他们在从政期间所形成的观点;因为他们如何承受灾祸,以及他们对自己的祖国持何种态度,都会受到清清楚楚的审视。
§12.7ἆρʼ οὖν καὶ Φιλίππῳ προδοὺς τὴν ἐμαυτοῦ πατρίδα, καὶ παραπρεσβεύσας τοιαῦτα κατὰ τῆς πόλεως, καὶ ἀεὶ θεραπεύσας Μακεδόνας, ἐπειδὴ τάχιστα φεύγων παρʼ ὑμῶν ᾠχόμην, πρὸς Ἀλέξανδρον ἀπηλλάγην, χάριν τε ὧν παρεσχόμην αὐτῷ κομιούμενος καὶ προμηθείας δηλονότι τευξόμενος παρʼ αὐτοῦ;
那么,难道我因背叛自己的祖国给腓力,在针对城邦的使节事务中犯下如此罪行,并且总是奉迎马其顿人,便在刚一逃离你们之后,就动身前往亚历山大那里,以收回我曾为他提供的恩惠的报答,并显然是为了从他那里获得庇护吗?
§12.8καὶ οὐκ ἔσθʼ ὅπως οὐχ ἑώρων τὰ μὲν ἐν Βοιωτίᾳ πανδοκεῖα Δημάδην ἔχοντα καὶ χωρία ζευγῶν εἴκοσιν ἀροῦντα καὶ χρυσᾶς ἔχοντα φιάλας, Ἡγήμονα δὲ καὶ Καλλιμέδοντα, τὸν μὲν ἐν Πέλλῃ, τὸν δὲ ἐν Βεροία, καὶ δωρεὰς ἄμα εἰληφότας καὶ γυναῖκας εὐπρεπεστάτας γεγαμηκότας.
我怎么可能没有看到,德马德斯在波埃奥西亚拥有旅店,拥有用二十对牛耕种的土地,并拥有金杯,而赫格蒙和卡里美敦,一个在佩拉,另一个在贝罗埃亚,既得到了赏赐,又娶了最美貌的女子呢?
§12.9καὶ μὴν οὐδὲ πρὸς Θηβαίους οὐδʼ εἰς Θετταλίαν ᾠχόμην παρʼ ὑμῶν, οὐδὲ πρὸς ἄλλους τινάς, παρʼ οἷς ἢ λοιδορεῖν ἔδει με τὴν πατρίδα τὴν ἐμήν, ἢ λοιδορουμένης αὐτῆς ἀκούειν, ἀλλʼ εἰς Ῥόδον ἀφικόμην, οὔτε μὰ τὸν Δία δυσμενῶν ὑμῖν οὔτʼ ἄλλως φιλαπεχθημόνων ἀνθρώπων πόλιν.
况且,我从你们那里离开时,既没有去底比斯人那里,也没有去色萨利,更没有去任何其他人的地方——在那些地方,我要么不得不辱骂我的祖国,要么不得不听人辱骂她——而是来到了罗得岛,凭宙斯起誓,这是一个既不对你们怀有敌意、在其他方面也不好与人结怨的人们的城邦。

词汇与语法注释

  1. 12.1τῷ πολιτεύεσθαι — 动词 προσῆλθον(προσέρχομαι “接近、参与”的不定过去时第一人称单数)支配与格,因此带有中性单数冠词的不定式 τῷ πολιτεύεσθαι(“参与国政”)采用与格形式。
  2. 12.2τούτους — 指示代词 οὗτος 的阳性复数宾格形式,指代前一节中的属格名词 λόγων(“辩论”),作为接下来的分词 γυμνάσας 的直接宾语。
  3. 12.3ἐξόν — 无人称动词 ἔξεστι(“可能”)现在分词的中性单数宾格形式。此处用于宾格绝对结构(accusative absolute),表示让步的副词性意义(“尽管原本是可以……的”)。
  4. 12.4ἐφάνη — 动词 φαίνω 的被动不定过去时第三人称单数形式(“被表明、显明”)。该动词的主语是后文的 ὅ提 从句(ὅτι οὐδὲ... ἑάλων “甚至在德摩斯梯尼指控时我也没有被判有罪”),而中间的 οὐ μικρὸν δεῖγμα τοῦτο(“这[是]一个不小的证据”)构成谓语部分。
  5. 12.8οὐκ ἔσθʼ ὅπως οὐχ ἑώρων — 双重否定(οὐκ ἔστιν ὅπως οὐ...)表示强烈肯定的惯用表达,意为“我不可能没有看到”或“我当然看到了”。

引用这一段

埃斯基涅斯, 书信集 §12.1-12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0026.tlg004.humanitext-grc1:12.1-12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。