§247χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
向着福乐的神明伸出双手,为她们自己的子嗣担忧。
§248δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον.
他们担忧着;而那些男人们则继续在战斗。
αἳ δὲ μετʼ αὐτοὺς §249Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας, §250δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε §251δῆριν ἔχον περὶ πιπτόντων·
而在她们身后,黑色的刻瑞斯们,咬得白牙作响,容貌恐怖、面目狰狞、满身血红且贪得无厌,在倒下的人身旁争夺。
πᾶσαι δʼ ἄρʼ ἵεντο §252αἷμα μέλαν πιέειν·
她们全都急切地渴望饮下黑色的鲜血。
ὃν δὲ πρῶτον μεμάποιεν §253κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ §254βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν §255Τάρταρον ἐς κρυόενθʼ.
无论她们最先抓住谁,是躺倒在地的还是刚刚受伤倒下的,她们便围着他抓起巨大的利爪,而那灵魂便下到哈迪斯的冥界,进入那冰冷的塔耳塔洛斯。
αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο §256αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω, §257ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
而当她们用人类的鲜血填饱了心腹,便将那具尸体扔在脑后,转身再次冲向那喧嚣与纷争之中。
§258Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων §259Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε §260τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.
克罗托与拉刻西斯伫立在她们身旁;而那身材稍逊的阿特罗波斯虽绝非伟大的女神,但她却比其他所有的女神更优越,也最年长。
§261πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
她们全都围绕着一个男子,展开了惨烈的厮杀。
她们满腔怒火,用双眼恶狠狠地对视,互相挥舞起锐利的爪子与粗暴的双手,不分胜负。
§264πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή, §265χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, §266γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.
在她们身旁立着悲惨而可怕的阿克吕斯,面色青黄、干瘪枯槁、因饥饿而蜷缩,双膝臃肿,双手之下长着长长的指甲。
§267τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν §268αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα §269εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους, §270δάκρυσι μυδαλέη.
她的鼻孔中流出黏液,双颊上鲜血滴落到地上;她张口大笑,贪婪无度地立在那里,两肩落满了厚厚的尘土,被泪水打湿。
παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν· §271χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι §272ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε §273τέρψιν ἔχον·
在她们近旁是一座高塔耸立的人类城邦;七座黄金的城门紧扣在楣梁上,将城邦合围;里面的男人们在繁华与歌舞中寻找着欢乐。
τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης §274ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει· §275τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε §276χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι §277πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
因为一些人正用轮轴精良的马车送新娘去往丈夫身旁,嘹亮的婚歌四处响起;远方那燃烧着的火把散发出旋转的光芒,握在女仆们的手中;她们在繁华中发光亮,向前走去;嬉戏的合唱队紧随其后。
男人们伴着清脆的芦笛声,从温润的口中发出歌声,回音在他们周围荡漾。
§280αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
女人们伴着里拉琴,引着迷人的舞蹈。
§281ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ, §282τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ §283τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος §284πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε §285ἀγλαΐαι τʼ εἶχον.
在另一侧,年轻人们伴着长笛寻欢作乐,有些人伴着歌舞在嬉戏,有些人伴着笛手欢笑,他们每个人向前走去;整座城邦都沉浸在宴饮、舞蹈与繁华之中。
τοὶ δʼ αὖ προπάροιθε πόληος §286νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον.
还有一些人,在城邦的前方,跨上马背,正飞驰着。
αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων §289αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα, §290βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·
那里有一片茂密的庄稼地;有些人正用锐利的镰刀收割着弯曲的麦穗,沉甸甸的麦穗宛如德墨忒尔的恩赐。
§291οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
另一些人则用麦秸带子将其捆绑,铺在麦场上。
§292οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες, §293οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων §294λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων, §295βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
还有些人手里拿着弯刀,正在采摘葡萄;还有些人正把采摘者送来的黑白相间的葡萄串,从宽广的葡萄架上运往篮子里,这些葡萄架因绿叶和银色的卷须而显得沉甸甸。
§296οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν.
他们将葡萄装入篮子运走。
παρὰ δέ σφισιν ὄρχος §297χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο, §299σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι, §300βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
在他们身旁,有一片黄金的葡萄园,那是聪慧的赫菲斯托斯的杰作,摇曳着绿叶与银色的支柱,挂满了沉甸甸的葡萄串;而这些葡萄确实已经变黑。
§301οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο §302πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν §303ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό, §304ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
有些人在踩踏葡萄,有些人在汲取汁液;还有些人用拳头和角力在搏斗;还有些人在追逐敏捷的兔子,他们是猎人,两只尖齿猎犬在前方,急切地想要咬住猎物,而兔子们则急于逃脱。
在他们身旁,骑手们正忙于苦战,为了争夺奖品展开竞争与拼搏。