Humanitext Reader

赫西俄德 · 赫拉克勒斯之盾 §176-246

盾牌图案:拉皮泰人之战与珀尔修斯

第 3 段,共 6 段 · 希腊语

内容简介

盾牌上描绘了拉皮泰人与肯陶洛斯人的战斗、阿瑞斯与雅典娜等众神、港口的景象,以及戈耳工们紧追带着美杜莎头颅的珀尔修斯的紧迫场面。

§176τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι, §177ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
它们——那些獠牙锐利的野猪和眼神凶猛的狮子—— 双方都更加愤怒地激发起斗志,准备投入战斗。
§178ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων §179Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε §180Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε §181Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος, §182Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
其上还描绘着操着长枪的拉皮泰人的战斗,围绕着君主凯涅乌斯、德里阿斯、佩里托俄斯、霍普勒乌斯、埃克萨迪乌斯、法勒罗斯、普罗洛科斯,以及阿姆皮克斯之子、阿瑞斯之苗裔、蒂塔雷西亚的莫普索斯,还有那媲美神明的埃勾斯之子忒修斯。
§183ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.
他们是用白银制成的,身上披着黄金的铠甲。
§184Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο §185ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν §186Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα §187καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
而在另一侧,肯陶洛斯人也聚集起来与他们对抗,围绕着高大的佩特赖乌斯、鸟占师阿斯博洛斯、阿尔克托斯、乌雷乌斯、黑发的美马斯,以及培克斯的两名子嗣,佩里墨得斯与德里阿洛斯。
§188ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
他们是用白银制成的,手里握着黄金的樅树干。
§189καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες §190ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
他们相互猛冲,仿佛拥有生命一般,在近处用长枪和樅树干互相猛刺。
§191ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι §192χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης §193αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων, §194αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων §195δίφρου ἐπεμβεβαώς·
其上还立着凶猛的阿瑞斯的金黄色神骏,由黄金制成;他本人,那夺取战利品、带来毁灭的阿瑞斯,手里握着长枪,向步兵们发出指令,满身鲜血,仿佛正在斩杀活人一般,站在战车之上。
παρὰ δὲ Δεῖμός τε Φόβος τε §196ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
而在他的身旁,德摩斯与福波斯立在那里,急切地想要投入人类的战争。
§197ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια, §198τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν, §199ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν §200αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.
其上还有宙斯之女、驱逐敌人的特里托革尼亚(雅典娜),其身姿宛如正要整顿战阵,手里握着长枪,头戴金盔,肩上披着神盾,正奔向那可怕的战场。
§201ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ §202ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς §203χρυσείῃ φόρμιγγι·
其上还有神明神圣的舞蹈;在他们正中,宙斯与勒托之子(阿波罗)正在用他那黄金的里拉琴美妙地弹奏。
§205θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς §206Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
神圣的皮埃里亚的缪斯女神们领唱着歌谣,宛如在清脆地歌唱。
§207ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης §208κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο §209κλυζομένῳ ἴκελος·
其上还雕琢着波涛汹涌的大海那便于停泊的港湾,呈现圆形,用精炼的锡制成,宛如有浪花拍击其上。
§211δοιὼ δʼ ἀναφυσιόωντες §212ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς.
在那里,两只白银制成的海豚在喷吐水花,吞食着无声的鱼类。
§213τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς §214ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν §215ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
在它们下方,青铜制成的鱼儿在惊恐地逃窜;而在岸边,坐着一个警戒的渔夫,他手里拿着一具网,摆出仿佛要向鱼群撒网的姿态。
§216ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
其上还有秀发达那埃之子,骑士珀尔修斯。
§217οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ, §218θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
他的双脚既不曾触及盾牌,也未曾远离它,这真是一个让人思索的巨大奇迹,因为他完全没有固定在任何地方。
§219τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις §220χρύσεον·
因为那著名的跛足之神正是如此用双手将他用黄金制成的。
ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
他的双脚套着带羽翼的凉鞋。
§221ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο §222χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·
他的双肩挂着一把用黑色绑带系着的剑,连于青铜的剑带上;他宛如思想一般飞翔。
§223πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, §224Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι, §225ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ §226χρύσειοι·
他的整个脊背被那可怕的怪物——戈耳工的头颅所遮盖;在其周围,套着一个令人瞩目的、银色的奇比西斯皮囊,其下垂挂着闪亮的黄金流苏。
δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος §227κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
而在这位主君的双鬓,戴着哈迪斯那可怕的、携带著黑夜深邃幽暗的头盔。
§228αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς §229Περσεὺς Δαναΐδης ἐτιταίνετο.
达那埃之子珀尔修斯本人犹如一个在急赶且因战栗而颤抖的人,在向前飞奔。
ταὶ δὲ μετʼ αὐτὸν §230Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο §231ἱέμεναι μαπέειν.
而在他的身后,那些无法接近、不可名状的戈耳工们狂怒地飞驰着,急于捕捉他。
ἐπὶ δὲ χλωροῦ ἀδάμαντος §232βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ §233ὀξέα καὶ λιγέως·
当她们踩在绿色的金刚石上时,盾牌发出了巨大的喧嚣,尖锐而响亮。
ἐπὶ δὲ ζώνῃσι δράκοντε §234δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.
在她们的腰带上,两只毒蛇悬挂着,弯曲着它们的头部。
§235λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας §236ἄγρια δερκομένω.
它们吐着信子,愤怒地磨着牙齿,狂暴地凝视着。
ἐπὶ δὲ δεινοῖσι καρήνοις §237Γοργείοις ἐδονεῖτο μέγας Φόβος.
而在那些可怕的戈耳工头颅之上,巨大的福波斯在震颤。
οἳ δʼ ὑπὲρ αὐτέων §238ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες, §239τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων §240λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
而在她们的上侧,男人们身穿战甲正在厮杀,一些人为了保护自己的城邦和父母而抵御毁灭,另一些人则急于将其洗劫。
§241πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες §242μάρνανθʼ·
许多人已倒地不起,但更多的人依然抱着斗志,在继续战斗。
αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων §243χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς, §244ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
妇女们在建造精良的青铜城楼之上尖声哭号,抓挠着双颊,她们栩栩如生,宛若活人,这都是著名的赫菲斯托斯的杰作。
§245ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, §246ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
那些已入暮年、为衰老所困的男人们,则聚集在城门之外,向着神明...

词汇与语法注释

  1. §189ὡς εἰ ζωοί περ ἐόντες — 连接词 ὡς 与 εἰ(如果)结合现在分词 ἐόντες(εἰμί 的史诗形式现在分词复数主格阳性),构成带非事实假设的比喻短语,意为“仿佛他们还活着一般”。
  2. §217οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ, — 通过双重否定 οὔτε... οὔτε...(既不……也不……)描述了珀尔修斯在盾牌浮雕上呈现的悬空状态:“既不用脚触及盾牌,又不远离它”。属格 σάκεος(盾牌)受动词分词 ἐπιψαύων(接触)支配。
  3. §231βαινουσέων — 这是史诗/爱奥尼亚方言的现在分词属格复数阴性形式(相当于雅典方言的 βαινουσῶν),指代前文的戈耳工们。在此作为独立属格(或表示伴随状况的属格)发挥作用,提示时间或背景:“当她们踏在(绿色的金刚石上)时”。
  4. §244ἔργα — 中性复数名词,作为前面整个分句(描述妇女们如同活人般高声哭喊的场景)的同格语,起到总结性同格的作用,意为“(这些都是)显赫的赫菲斯托斯的杰作”。

引用这一段

赫西俄德, 赫拉克勒斯之盾 §176-246. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg003.humanitext-grc2:176-246

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。