Humanitext Reader

赫西俄德 · 工作与时日 §689-758

婚姻准则与日常生活中的宗教禁忌

第 11 段,共 12 段 · 希腊语

内容简介

讨论了适度的航海载货量与中庸之道的重要性、适宜的结婚年龄及选妻标准,随后提出了一系列关于日常生活、社交关系和宗教仪式的道德及宗教禁忌。

§689μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι· §690ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.
也不要将你全部的生计都放在中空的船里;而是要留下大部分,只把较少的一部分装上船。
§691δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
因为在海浪之中遭遇灾难是可怕的。
§692δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας §693ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.
同样可怕的是,如果你在货车上装载了过重的货物,折断了车轴,货物随之毁坏。
§694μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.
要保持分寸;在一切事物中,时机才是最好的。
§695ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, §696μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων §697μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·
要在合适的年龄娶妻带回你的家中,既不要比三十岁差得太多,也不要超过太多;这才是适合你的结婚时机。
§698ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
女子应当在发育后第四年,并在第五年出嫁。
§699παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.
应当娶处女为妻,以便你可以教导她善良的品格。
§700τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει, §701πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.
特别要娶那些住在你附近的女子,必须把一切都打听清楚,免得你娶的妻子成为邻居们的笑柄。
§702οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον §703τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
因为男人得不到比一个好妻子更美好的事物,反之,也没有比一个坏妻子更令人不寒而栗的。
§704δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα §705εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
她是个窥伺餐桌的女人;她即使对健壮的丈夫也会在无火的情况下将其烤干,并送入未老先衰的境地。
§706εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
你要妥善防范福乐的不死诸神的惩罚。
§707μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον· §708εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.
不要把朋友看得与亲兄弟同等;但若你已经这样做,也不要先对他做出恶事。
§709μηδὲ ψεύδεσθαι γλώσσης χάριν·
不要为了讨好舌头而说谎。
εἰ δὲ σέ γʼ ἄρχῃ §710ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας, §711δὶς τόσα τίνυσθαι μεμνημένος·
但如果他首先开始,说出令人生厌的话或者做出这样的事,记着要以两倍的代价来报复他。
εἰ δὲ σέ γʼ αὖτις §712ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν, §713δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον §714ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
但如果他再次引导你走向友好,并且愿意做出补偿,那就接受它;因为卑劣的人才会时而交这个朋友、时而交那个朋友,但你的外貌切不可掩盖你的真实心意。
§715μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι, §716μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.
既不要被称为好客过甚的人,也不要被称为不近人情的人,不要当恶人的同伙,也不要当善人的非难者。
§717μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ §718τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
切莫去谴责那折磨人心、使人毁灭的贫穷,那可是永生福乐之神的赐予。
§719γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος §720φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
在凡人之中,少言的舌头确实是最好的宝藏,而言之有度的舌头最能讨人喜欢。
§721εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.
如果你说人坏话,你很快也会听到别人说你更坏的话。
§722μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι §723ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.
在多人聚会的宴席上,不要做一个吹毛求疵的人,既然是大家分摊费用;那里的乐趣最大,而花费最少。
§724μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον §725χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν· §726οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.
绝不要在清晨用未洗过的双手向宙斯和其他不死诸神倾注烈酒;因为他们不仅不会倾听,还会唾弃你的祈求。
§727μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν· §728αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα· §729μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς §730μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν· §731ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς, §732ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
也不要面向太阳站着小便;即使在日落之后到日出之前,也要记住这一点;不要在一边走路时,无论是在路上还是在路旁小便,也不要裸露身体;因为夜晚是属于神圣诸神的;贤明而虔诚的男子,懂得智理,会坐着小便,或者靠近一堵筑得很好的院墙。
§733μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου §734ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.
绝不要在屋中,让沾有生育之污的阴部靠近壁炉暴露出来,而要避讳此事。
§735μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα §736σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.
也不要在从不吉的葬礼归来时,便去繁衍后代,而要在参加完不死诸神的宴会之后行房。
§737μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ §738ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα, §739χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
绝不要用双脚去趟过常流之河的秀美溪流,除非你已望着那美丽的溪流作了祈祷,并在那可爱、清澈的水中洗净双手。
§740ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος, §741τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
凡是怀着恶念、不洗双手便渡河的人,诸神都会向他动怒,并在此后降下痛苦。
§742μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ §743αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
在诸神的丰盛宴席上,不要用闪亮的铁器从鲜绿中切下枯干。
§744μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε §745πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.
当人们在饮酒时,绝不要把酒勺放在混酒缸之上;因为那上面附着毁灭性的厄运。
§746μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν, §747μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
建造房屋时,不要留下未刨平、未完工的部分,免得聒噪的乌鸦落在上面发出不吉的啼鸣。
§748μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα §749ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
不要从未经祭祀清扫的锅具中拿取食物,也不要用它们来洗澡;因为在这些事情中也存在惩罚。
§750μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, §751παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ, §752μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
不要坐在不可移动之物上,因为这并不好,无论是十二天大的男婴——这会使男人丧失阳刚之气,还是十二个月大的幼童;因为这同样会产生此种后果。
§753μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι §754ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ §755ποινή.
男人切不可在女人的浴盆中洁净身体;因为此种行为在一段时间内也会招致痛苦的惩罚。
μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας §756μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
遭遇正在燃烧的祭品时,不要暗中讥笑嘲讽;因为神明对这些行为也会感到愤怒。
§757μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων §758μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·
绝不要在流入大海的河流河口处,也不要在泉水旁小便,务必要极力避免。

词汇与语法注释

  1. §689μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι — 不定动词 'τίθεσθαι'(以及下一行的 'λείπειν' 和 'φορτίζεσθαι')作为命令式不定式(infinitive of command)使用,向听者表达直接的指令。
  2. §693καυάξαις — 动词 'κατάγνυμι'(折断、破坏)的第二人称单数不定过去时主动语气祈愿神态(一种带有方言和诗歌特色的变形)。由条件词 'εἴ κʼ'(其中 'κʼ' 相当于 'ἄν')引导,表示潜在假设。其直接宾语是前一行的 'ἄξονα'(车轴)。
  3. §698τέτορʼ — 基数词 'τέτορα'(雅典方言作 'τέτταρα',意为“四”)的方言形式(埃奥利斯/多里斯方言)。'ἡβώοι' 是动词 'ἡβάω'(达到青春期)的祈愿式。字面意思是“女子应在达到青春期后度过四年,并在第五年结婚”。
  4. §742πεντόζοιο — 'πέντοζος' 的属格(意为“有五条树枝的”),是一个谜语式的隐喻表达(即kenning),指代“手”。该句指出在神圣的宴席上,不可用铁器从“鲜绿的”(指尖活肉)切下“枯干的”(指甲),即禁止在宴席上剪指甲。
  5. §748χυτροπόδων — 指“带三脚架的锅”。形容词 'ἀνεπιρρέκτων' 意为“未经祭祀献酒或仪式净化”。该句告诫人们,直接从未经仪式净化的器皿中拿取食物或用其沐浴,在宗教上是不洁的,会招致惩罚。

引用这一段

赫西俄德, 工作与时日 §689-758. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:689-758

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。