Humanitext Reader

赫西俄德 · 工作与时日 §619-688

关于适宜与危险航海时节的教诲

第 10 段,共 12 段 · 希腊语

内容简介

叙述者劝告人们避开危险的航海季节而专注于农耕,并讲述了自己父亲艰难迁徙至阿斯克拉的往事。接着,他提及自己有限的航海经历,并传授了夏季和春季航海的适宜时机与潜在危险。

§619εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος §620φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον, §621δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται· §622καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ, §623γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
当昴星团躲避猎户座强有力的威力,坠入雾蒙蒙的大海时,那时各种风暴便会狂怒地吹袭;那时便不可再将船只留在酒红色的海面上,而要记住去耕作土地,正如我吩咐你的那样。
§624νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι §625πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων, §626χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
将船拉上陆地,用石头在四周紧紧围起,以阻挡吹拂之风的潮湿威力,并拔出船底塞,免得宙斯的雨水使船腐烂。
§627ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ §628εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο· §629πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
将所有整备好的用具收进你的屋里,整齐地折叠起航海之船的羽翼(帆);把精心制作的舵挂在烟雾之上。
§630αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ· §631καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον §632ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι, §633ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ, §634πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ· §635ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, §636Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ· §637οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον, §638ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν· §639νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, §640Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.
你自己则要等待适宜的航海时机到来;那时便把快船拉入大海,装上合适的货物,好让你把利润带回家中,正像我那也就是你的父亲,极度愚蠢的珀耳塞斯啊,为了寻求富足的生活,曾经驾船航海那样;他曾经穿过辽阔的大海,来到了这里,离开埃奥利斯的库墨,乘着黑色的船只;他并非为了逃避富足、财富和好运,而是为了逃避宙斯降于世人的悲惨贫穷;他在赫利坤山附近一个凄惨的村庄定居下来,阿斯克拉,那里冬天寒冷,夏天酷热,从未有过意人的时候。
§641τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι §642ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
而你,珀耳塞斯啊,要记住注意所有合乎时宜的工作,尤其是关于航海的。
§643νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.
赞美小船,但要把货物装在大船里。
§644μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος §645ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
货物越多,如果风暴能收敛其恶毒的威力,利益之上的利益就会越大。
§646εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν §647βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα, §648δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης, §649οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
当你将愚蠢的心思转向贸易,想要逃避债务和令人痛苦的饥饿时,我定会向你展示波涛汹涌的大海的限度,尽管我对航海或船只都毫无精通。
§650οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον, §651εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ §652μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν §653Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
因为我还从未乘船航行于辽阔的大海,除了从奥利斯到欧波亚的那一次,当时阿开亚人为了躲避大风暴而在那里等待,从神圣的希腊聚集了大军,准备前往美女如云的特洛伊。
§654ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος §655Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ §656ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι §657ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.
在那里,我前往哈尔基斯参加英勇的安菲达马斯的竞技会;那位宽宏之人的儿子们设立了许多预先公告的竞赛;我宣称自己在那里凭着赞歌获胜,赢回了一只带耳的三脚釜。
§658τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα, §659ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
我将它献给了赫利坤山的缪斯女神,正是她们最初引导我走上清脆歌唱之路。
§660τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων· §661ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο· §662Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
我对多钉之船的经验确实仅此而已;但尽管如此,我仍要宣示手持神盾的宙斯的心意;因为缪斯女神们教会了我唱出神奇的赞歌。
§663ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο, §664ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης, §665ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα §666καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα, §667εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων §668ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι· §669ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
夏至过后五十天,当令人疲惫的夏季走向终结时,凡人适宜的航海时机便来到了;你既不会毁坏船只,大海也不会毁灭船员,除非大地动摇者波塞冬或不死诸神之王宙斯执意要毁灭他们;因为善与恶的结局同样掌握在他们手中。
§670τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων· §671εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας §672ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι, §673σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι· §674μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον §675καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, §676ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ §677πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
那时微风和煦,大海安宁无害;那时你可以安心地将快船托付给风,拉入大海,装载全部货物,并且要尽快赶回家中;不要等待新酒、秋雨、逼近的寒冬,以及南风那可怕的暴虐风力,它伴随着宙斯丰沛的秋雨激荡大海,使海面变得汹涌险恶。
§678ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν· §679ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη §680ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ §681ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα· §682εἰαρινὸς δʼ οὗτος πέλεται πλόος.
凡人还有另一种春季的航海;当最顶端的无花果树枝上出现的叶子,在大伙眼里,刚长到像乌鸦落脚时留下的脚印那么大时,那时大海就可以登临了;这就是春季的航海。
οὔ μιν ἔγωγε §683αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν· §684ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ §685ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο· §686χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
我可不赞美它;因为它不合我的心意;这是强夺式的航海;你很难逃过灾难;但即使如此人们仍因心智的无知而行此事;因为对可怜的凡人来说,钱财就是生命。
§687δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν.
但死于波涛之中是可怕的。
ἀλλά σʼ ἄνωγα §688φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
我吩咐你在心中仔细思量这一切,正如我所说的那样。

词汇与语法注释

  1. 622ἔχειν — 用作祈使语气的“祈使不定式”(infinitive for imperative),直接表达命令。接下来的ἐργάζεσθαι(第623行)、ἐρύσαι和πυκάσαι(第624行)也属于这种结构。
  2. 634πλωίζεσκʼ — 动词 πλωίζω(航海)的未完成过去时爱奥尼亚/叙事诗体形式 πλωίζεσκον(经元音省略)。接尾辞 -σκ- 表示过去反复或习惯性的动作(“过去常常航行”)。
  3. 643αἰνεῖν — 意为“赞美”,但在古典文献中,它有时带有“(出于礼貌地)婉拒、回避”的含蓄意味。在此处,它与在大船中装载货物形成对比,传达出“口头上称赞小船(或对他人而言),但实际使用时仍要选择大船”的劝诫意味。
  4. 679ὅσον τʼ ἐπιβᾶσα κορώνη / ἴχνος ἐποίησεν — 关系句中相关结构 ὅσον... τόσσον(第680行)的一部分。通过“像乌鸦落脚时留下的脚印那么大”的拟物比喻,极具体地描绘了初春无花果树刚萌发的嫩叶微小的初期状态。

引用这一段

赫西俄德, 工作与时日 §619-688. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:619-688

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。