Humanitext Reader

赫西俄德 · 工作与时日 §759-828

谨防人言舆论与农事吉凶日历

第 12 段,共 12 段 · 希腊语

内容简介

在警告人们防范凡间舆论的可怕之后,诗歌列举了每个月中适合农耕与家务的吉凶日子,并最终指出,凡是遵循神圣日子辛勤劳作、不违背天意的人才是真正幸福和幸运的。

§759μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
也不要在其中凉快(或排泄);因为这决非更好之事。
§760ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
当如此行事;要避开凡人可怕的舆论。
§761φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι §762ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.
因为恶名极易被轻易掀起,却难以承受,且极难摆脱。
§763φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ §764λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
凡是众多人群所传布的谣言,决不会完全消失;它自身也是某种女神。
§765Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν §766πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην §767ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι. §769αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, §768εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
当遵循秩序,细心察看来自宙斯的日子,向仆人们宣告:一个月的第三十日是最好的,用以监督工作和分配粮食,因为这些日子是来自足智多谋的宙斯,当人们判定并遵循其真实之时。
§770Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· §771τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·
首先,初一、初四和初七是圣日;因为在这一天,勒托生下了佩带金剑的阿波罗。
§772ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς §773ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·
而初八和初九,这两天在月中在月盈之时,尤为适合凡人勤勉劳作。
§774ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί, §775ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·
十一和十二,这两天都很好,既适合剪羊毛,也适合收获令人喜悦的果实。
§776ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων· §777τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης §778ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·
然而十二比十一要好得多;因为在这一天,翱翔空中的蜘蛛纺织其网,在白日最长之时,那时贤能者聚其粮堆。
§779τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
在这一天,妇女应当架起织机并开始工作。
§780Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι §781σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.
要避开初月之十三日开始播种;但它最适合培育植物。
§782ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν, §783ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν, §784οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.
而中旬的初六对于植物极为不利,却适合生育男子;但不适合女子,无论是一开始降生,还是去迎娶结婚。
§785οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι §786ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων §787σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·
首旬的初六也不适合女子降生,它是个温和的日子,适宜阉割小山羊和绵羊群,以及围起羊圈;这是个温和的日子。
§788ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν §789ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.
它也适合生育男子;而这天出生的人会喜欢嘲讽之语、谎言、甜言蜜语以及私下的调情。
§790μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον §791ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
在初八这一天,当阉割公猪和大声鸣叫的公牛,而在十二这一天,阉割辛勤劳作的骡子。
§792εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα §793γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
在伟大的二十日,白日漫长之时,当生下聪慧的男子;因为他的心智极其密。
§794ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς §795μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς §796καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς §797πρηΰνειν ἐπὶ χεῖρα τιθείς.
初十适合生育男子,而中旬的初四适合女子;在这一天,要抚慰绵羊、步履蹒跚且角弯曲的公牛、尖齿的狗以及辛劳工作之骡,用手抚摩使其驯服。
πεφύλαξο δὲ θυμῷ §798τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε §799ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.
但在心中要警惕,避开无论下弦还是上弦的第四日,那些噬心的痛苦;因为这是极具效力的一天。
§800Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν §801οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.
在初四这一天,当把妻子娶回家中,需先判定鸟卜,选择最适合此事的征兆。
§802πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί· §803ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν §804Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.
要避开所有的初五,因为它们艰难而可怕;因为人们说,在初五这一天,复仇女神们会侍立在诞生的誓言之神旁,他是纷争女神所生、用以惩罚伪誓者的祸害。
§805Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν §806εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ §807βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα §808νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.
在中旬的初七,当把德墨忒尔的神圣谷物极其细心地扬撒在圆整的打谷场上,木匠当砍伐建造卧室的木料,和许多适合造船的船用木材。
§809τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
在初四这一天,当开始建造修长的船只。
§810εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ, §811πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν· §812ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι §813ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.
中旬的初九,临近傍晚时是个较好的日子,而最先的初九对凡人而言完全无害;因为无论是种植还是降生,无论对男人还是女人,这绝非一个全然糟糕的日子。
§814παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην §815ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι §816βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι, §817νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον §818εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.
很少有人知道,一个月的二十九日是最适合开启酒瓮,并将轭安放在牛、骡及骏马的颈项之上,并将多桨的快船拉下葡萄酒般深红的海洋;确实很少有人以真名称呼这一天。
§819τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ §820μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην §821ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.
在初四开瓮;而中旬的初四是最神圣的一天,超越一切;同样,很少有人知道二十日之后最好的日子,当黎明来临之时;但到了傍晚,它就变差了。
§822αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ, §823αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
这些日子对地上的凡人确实是大有裨益的,但其他的日子则是嘈杂多变、无福无祸、毫无带来的。
§824ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
有人赞美这一天,有人赞美那一天,但知之者甚少。
§825ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.
有时候,一天是继母,有时候是亲娘。
§826τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα §827εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, §828ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.
凡是知晓这一切、且在工作时对不死诸神问心无愧、判定鸟卜并避开僭越的人,是幸福且幸运的。

词汇与语法注释

  1. §760ἔρδειν — 用作祈使命令的不定式(有时带有名词对格)。在赫西俄德的劝诫诗中,此种用法常用于简洁地表达特定的指示或道德戒律(第759行的 ἐναποψύχειν 亦同)。
  2. §765πεφυλαγμένος — 完成时被动分词,意为“警惕/记在心中”。采用主格阳性单数形式,与主句祈使不定式 πεφραδέμεν(指示、宣告)所默示的第二人称单数逻辑主语(听者)保持一致。
  3. §768εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν — 由连词 εὖτʼ ἄν 和虚拟式 ἄγωσιν(ἄγω 的现在时虚拟式活动态第三人称复数)引导的时间从句,表示一般化的条件或时间关系:“每当人们在判明日子之后,遵循并守护其真实性质之时”。
  4. §798φθίνοντός θʼ ἱσταμένου τε — 省略了表示月份的属格名词 μηνός 的属格结构。在古希腊历法术语中,ἱστάμενος 指月盈阶段(上旬),φθίνων 指月缺阶段(下旬)。因此,这里警告人们要同时避开上旬的初四和下旬的初四(即第二十四日)这两个禁忌之日。
  5. §823μετάδουποι — 赫西俄德独用的形容词(Hapax legomenon),字面意思是“在后发出空响的”或“喧闹而无实质的”。它带有贬义地将其他无足轻重的日子形容为如同空虚的杂音,缺乏内在的神圣力量或特定效用。

引用这一段

赫西俄德, 工作与时日 §759-828. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:759-828

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。