§742οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς §743τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην §744ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
而那些躺在他身边的人,你无法想象他们是如何欢迎普路托斯,并且整夜未眠,直到天亮。
§745ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, §746ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, §747τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
而我极力赞美这位神明,因为他让普路托斯很快复明,却让尼奥克莱德斯变得更加瞎了。
§748ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
主宰与君王啊,您的力量是多么伟大!
§749ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;
不过请告诉我,普路托斯在哪里?
§749bἔρχεται.
他正在走来。
§750ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.
但在他周围聚集着难以想象的庞大的人群。
§751οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον §752ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ §753ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς· §754ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν §755οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, §756ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα.
因为那些先前正直却生活贫困的人,都欢迎他,并因为喜悦而与他握手;而那些通过非正义手段获得生计、拥有巨额财产的富人们,则个个皱起眉头,面露愠色。
§757οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι §758γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ §759ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
其他人则戴着花冠跟在后面,笑着,欢呼着;而老人们的半长靴随着有节奏的脚步发出笃笃声。
所以,来吧,大家异口同声,跳跃吧,舞蹈吧,尽情欢庆吧!
因为当你们回到家时,再也不会有人对你们说,口袋里没有大麦面了。
§764νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι §765εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ §766τοιαῦτʼ ἀπαγγείλαντα.
凭赫卡忒发誓,我也想为你戴上一串烤面包作为祝贺的冠冕,因为你带来了如此大好的喜讯。
那么,我这就进屋去拿些欢迎的撒物,就像是送给新买来的眼睛一样,我亲自去。
§770ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.
而我想去迎接他们。
§771καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, §772ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον §773χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.
我首先敬拜太阳,接着敬拜庄严的帕拉斯那光荣的土地,以及接纳了我的克克罗普斯的整个国土。
§774αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς, §775οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον, §776τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας §777ἔφευγον, εἰδὼς οὐδέν·
我为自己过去的遭遇感到羞耻,原来我竟然在不知不觉中与那样的人为伍,却避开了那些配与我交往的人,因为一无所知。
ὦ τλήμων ἐγώ, §778ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων·
啊,我真可怜,无论在那些事还是这些事上,我都做得不对!
§779ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ §780δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι §781ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.
但我将把这一切完全扭转过来,今后向所有人证明,我先前将自己委身于恶人并非出于本意。
§782βάλλʼ ἐς κόρακας·
滚去喂乌鸦吧!
ὡς χαλεπόν εἰσιν οἱ φίλοι §783οἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ.
当一个人飞黄腾达时,立刻钻出来的那些朋友是多么烦人。
§784νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
因为他们,个个都想表示一下好感,结果把我的小腿骨都撞青戳痛了。
§785ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.
每一个人都流露着某种好意。
§786ἐμὲ γὰρ τίς οὐ προσεῖπε;
因为谁没有跟我打招呼?
ποῖος οὐκ ὄχλος §787περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
集市上哪有一群老头子不把我围在中间?
§788ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
“噢,最亲爱的朋友,祝贺你,也祝贺你!
” 来吧,因为这是习俗,让我拿着这些欢迎的撒物泼洒在您身上吧。
§790bμηδαμῶς.
万万不可。
§791ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν §792πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν §793πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.
因为当我第一次走进这间屋子,并且双眼复明的时候,拿出任何东西都是不体面的,反而应当拿进来。
§794εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
那您真的不接受这些撒物吗?
在屋里炉灶旁接受,正如习俗那样;而且这样我们也能避免那股俗气。
§797οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ §798ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις §799προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.
因为剧作家把干无花果和糖果扔给观众,并借此强迫他们发笑,这实在是不体面的。
您说得太对了;因为这边的德克西尼科斯刚才已经站起身,好像要抢那些干无花果似的。
§802ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως,
诸位啊,过上富足幸福的生活是多么惬意啊!
§803καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν.
而且家里不需要拿出一丁点东西。
因为一整堆的好东西已经涌进了我们的家门,而我们并没有做任何不义之事。
面粉箱里装满了白大麦面,双耳瓶里装满了香气四溢的黑葡萄酒。
我们所有的器具都装满了金银,令人惊叹不已。
水井里装满了橄榄油,油瓶里装满了香膏,阁楼里堆满了干无花果。
§812ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα §813χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς §814τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν.
每一个醋罐、小盘和锅都变成了青铜的;而那些用来盛鱼的脏兮兮的小碟子,你现在能看到它们全是银制的。
§815ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
我们的火炉突然间变成了象牙制的。
§816στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν §817χρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι, §818ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
我们奴仆都用金斯塔特币来玩奇偶游戏;我们也不再用石头擦屁股,而是因为奢侈,每次都用细嫩的大蒜叶。
§819καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ §820ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος· §821ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός.
现在,主人戴着花冠,正在屋里宰杀公牛、母猪、公山羊和公绵羊作祭献;但烟把我熏了出来。
οὐχ οἷός τε γὰρ §822ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
因为我根本无法呆在屋里,它太熏我的眼睑了。
§824bἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;
哎呀,走过来的这个人是谁?