Humanitext Reader

阿里斯托芬 · 财神 §383-459

贫困之神佩尼亚的出现与对两人的谴责

第 6 段,共 16 段 · 希腊语

内容简介

克雷缪罗斯和布雷普西得摩斯计划将普路托斯带去阿斯克勒庇厄斯神庙治疗失明,此时贫困之神佩尼亚突然出现并激烈谴责他们,两人虽感恐惧但仍选择与她对峙。

§383ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων §384καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς §385τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.
带着孩子们和妻子,手里拿着手持求助者的橄榄枝,样子跟潘菲洛斯画作中的《赫拉克勒斯的孩子们》毫无二致。
§386οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους §387ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας §388ἀπαρτὶ πλουτῆσαι ποιήσω.
不,你这不幸的家伙,我将使只有正直的人、聪明的人和克制的人从今往后富裕起来。
§388bτί σὺ λέγεις;
你在说什么?
§389οὕτω πάνυ πολλὰ κέκλοφας;
你偷了这么多东西吗?
§389bοἴμοι τῶν κακῶν,
哎呀,真倒霉!
§390ἀπολεῖς.
你完蛋了。
§390bσὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.
完蛋的是你自己,在我看来是这样。
§391ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ §392ἔχω.
绝不,你这可怜的家伙,因为普路托斯在我手里。
§392bσὺ Πλοῦτον;
你有普路托斯?
ποῖον;
什么样的?
§392cαὐτὸν τὸν θεόν.
神明本身。
§393καὶ ποῦ ʼστιν;
他在哪里?
§393bἔνδον.
在屋里。
§393cποῦ;
在哪里?
§393dπαρʼ ἐμοί.
在我这儿。
§3933παρὰ σοί;
在你这儿?
§393fπάνυ.
正是。
§394οὐκ ἐς κόρακας;
滚到乌鸦那里去吧!
Πλοῦτος παρὰ σοί;
普路托斯在你这儿?
§394bνὴ τοὺς θεούς.
凭众神起誓。
§395λὲγεις ἀληθῆ;
你说的是真的吗?
§395bφημί.
是的。
§395cπρὸς τῆς Ἑστίας;
凭赫斯提亚起誓?
§396νὴ τὸν Ποσειδῶ.
凭波塞冬起誓。
§396bτὸν θαλάττιον λέγεις;
你指的是海洋之神波塞冬吗?
§397εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
如果还有别的波塞冬,就凭那另一个起誓。
§398εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
那么,你就不分一点给我们这些朋友吗?
§399οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.
事情还没到那个地步。
§399bτί φῄς;
你说什么?
§400οὐ τῷ μεταδοῦναι;
还没到分一杯羹的时候?
§400bμὰ Δία.
凭宙斯起誓,是的。
δεῖ γὰρ πρῶτα §400cτί;
因为首先我们必须—— 什么?
§401βλέψαι ποιῆσαι νώ— §401bτίνα βλέψαι;
让他的眼睛恢复光明,我们俩—— 让谁恢复光明?
φράσον.
快说。
§402τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
普路托斯,无论如何要像以前那样。
§403τυφλὸς γὰρ ὄντως ἐστί;
他真的是瞎子吗?
§403bνὴ τὸν οὐρανόν.
凭苍天起誓,是的。
§404οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
难怪他以前从未到过我这里!
§405ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
但若神明愿意,他现在就会来。
§406οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
那我们难道不该请个医生来吗?
§407τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
如今城里还有什么医生?
§408οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
既没有报酬,医术也荒废了。
§409σκοπῶμεν.
让我们想想。
§409bἀλλʼ οὐκ ἔστιν.
可是没有医生。
§409cοὐδ ἐμοὶ δοκεῖ.
我也是这么想。
§410μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην §411ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
凭宙斯起誓,不过,我很久以前就准备好的,让他到阿斯克勒庇俄斯神庙里躺下,是最好的办法。
§412κράτιστόν ἐστι. §412bπολὺ μὲν οὖν νὴ τοὺς θεούς.
凭众神起誓,好得多。
§413μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
那就别耽搁了,赶快做至少这一件事。
§414καὶ δὴ βαδίζω.
我这就去。
§414bσπεῦδέ νυν.
快点。
§414cτοῦτʼ αὐτὸ δρῶ.
我正是这么做的。
§415ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον §416τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
真是个狂热、不敬神且违法的企图,你们这两个可怜的小人竟敢犯下—— 哪里去?
§417ποῖ ποῖ;
哪里去?
τί φεύγετον;
你们为什么要逃?
οὐ μενεῖτον;
不站住吗?
§417bἩράκλεις.
赫拉克勒斯啊!
§418ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς· §419τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν, §420ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε §421οὔτε θεὸς οὔτʼ ἄνθρωπος·
我要让你们这些恶棍恶有恶报,彻底完蛋;因为你们敢于做一件无法容忍的狂妄之事,是一件其他任何人都不曾敢做的事,无论是神还是人。
ὥστʼ ἀπολώλατον.
所以你们两个完蛋了。
§422σὺ δʼ εἶ τίς;
你是谁?
ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
因为在我看来你脸色苍白。
§423ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας· §424βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
也许她是悲剧里走出来的复仇女神(厄里倪厄斯);无论如何,她看起来确实疯狂而带有悲剧色彩。
§425ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.
可是她没有拿火把啊。
§425bοὐκοῦν κλαύσεται.
那她就等着哭吧。
§426ὄιεσθε δʼ εἶναι τίνα με;
你们以为我是谁?
§426bπανδοκεύτριαν §427ἢ λεκιθόπωλιν.
旅店老板娘,或者是卖粥的女人。
οὐ γὰρ ἂν τοσουτονὶ §428ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
要不然,你又没受到任何伤害,怎么会冲我们大喊大叫。
§429ἄληθες;
真的吗?
οὐ γὰρ δεινότατα δεδράκατον §430ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
难道你们没有做最可怕的事,企图把我从这片土地的每一个角落驱逐出去吗?
§431οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
难道那个奈落(深渊)不是留给你的吗?
§432ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
但你是谁,你本来应该立刻说清楚。
§433ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην §434ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
我是今天就要让你们两个付出代价的人,因为你们企图让我从这里消失。
§435ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων, §436ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
难道她是隔壁的小酒馆女老板,那个总是用不准的量器坑我的女人?
§437Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
不,是贫困(佩尼亚),跟你们两个生活了多年的那个。
§438ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
主宰阿波罗和众神啊,这让人往哪儿逃?
§439οὗτος τί δρᾷς;
喂,你在做什么?
ὦ δειλότατον σὺ θηρίον·
你这个最胆小的畜生!
§440οὐ παραμενεῖς;
你不留下吗?
§440bἥκιστα πάντων.
绝不留下。
§440cοὐ μενεῖς;
你不留下来吗?
§441ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
可是,难道我们两个男人要逃避一个女人吗?
§442Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
因为那是贫困(佩尼亚)啊,你这可怜虫。
§443οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
世上没有任何地方有比她更具毁灭性的生物了。
§444στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
站住,我求你,站住!
§444bμὰ Δίʼ ἐγὼ μὲν οὔ.
凭宙斯起誓,我绝不。
§445καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ §446ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν §447ἔρημον ἀπολιπόντε ποι φευξούμεθα §448τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
可是我告诉你,如果我们把神明独自丢下逃跑,因为害怕这女人而不去战斗,我们就会犯下所有行为中最可怕的错误。
§449ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
我们能指望什么样的武器或力量?
§450ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα §451οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
还有什么胸甲,什么盾牌,这个最可恶的女人不能拿去当典当物?
§452θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι §453τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
放心吧;因为我知道只有这位神明,才能对她的手段建立起胜利的纪念碑。
§454γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε, §455ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;
你们两个垃圾还敢嘀咕,哪怕在做坏事时被当场捉住?
§456σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ §457ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
你这个该死透顶的女人,凭什么过来骂我们,而你根本没有受到任何伤害?
§458οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε §459ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
凭众神起誓,难道你们认为,企图让普路托斯重见光明,并没有伤害到我吗?

词汇与语法注释

  1. 384κουʼ διοίσοντʼ — 动词 διαφέρω(不同)的将来时分词阳性单数宾格(为 καὶ οὐ διοίσοντα 的合音),意为“毫无区别”。它修饰 §382 中的宾格“某人”(τινά),表示这位哀求者的样子与著名的戏剧场景完全一致。
  2. 401βλέψαι ποιῆσαι νώ — 由不定式 ποιῆσαι(使役,“使……”)与 βλέψαι(“能看见”)结合构成的句式。νώ(双数宾格,“我们两人”)是不定式 ποιῆσαι 的逻辑主语,整句意为“我们两人要使他(普路托斯)重见光明”。
  3. 451οὐκ ἐνέχυρον τίθησιν — 意为“典当、抵押”的惯用表达。否定词 οὐκ 修饰动词,整句形成反问:“有什么胸甲或盾牌,是这个最可恶的女人(贫困)不拿去典当的呢?”(暗示她会迫使人们典当所有防具)。

引用这一段

阿里斯托芬, 财神 §383-459. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg011.humanitext-grc2:383-459

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。