§302ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν, §303ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ §304ἔπεισεν ὡς ὄντας κάπρους §305μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς, §306μιμήσομαι πάντας τρόπους· §307ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας §308ἕπεσθε μητρὶ χοῖροι.
而我将以各种方式模仿那调制药剂的喀耳刻,她曾在科林斯说服斐洛尼得斯的伙伴们,仿佛他们是野猪一般,去吃调制好的粪便,而她自己为他们调制,我将全方位地模仿她;你们则因喜悦而哼哼叫着,像小猪一样跟着母亲。
§309οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν §310καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους §311λαβόντες ὑπὸ φιληδίας §312τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν, §313μινθώσομέν θʼ ὥσπερ τράγου §314τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς, §315ἕπεσθε μητρὶ χοῖροι.
那么,我们将抓住你,那个调制药剂的喀耳刻,施展妖术并玷污伴侣的你,怀着喜悦,模仿拉厄耳提斯之子,把你倒吊在睾丸上,并且像对待公山羊那样,把粪便涂在你的鼻子上;而你将像阿里斯图洛斯那样张口结舌地说道: “像小猪一样跟着母亲。
§316ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη §317ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ, §318ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ §319βουλήσομαι τοῦ δεσπότου §320λαβών τινʼ ἄρτον καὶ κρέας §321μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
” 好了,现在别再开玩笑了,你们转去跳另一种风格的舞蹈吧,而我这就悄悄地去,想要从主人那里拿点面包和肉,一边嚼着它们,一边像这样继续干活。
§322χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται §323ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν· §324ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε §325καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
诸位同乡,对你们说“祝你们安好” 已经是个陈旧而腐朽的问候方式了;但我欢迎你们,因为你们如此热心地赶来,紧凑有序,毫不懈怠。
务必要使你们在其他事情上也能做我的助手,并成为这位神明真正的救星。
§328θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
放心吧;你会觉得我就像战神阿瑞斯一样。
§329δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα §330ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ, §331αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
因为这实在太荒唐了:如果我们为了区区三个奥博尔,每次都要在公民大会上互相推挤,却任凭别人把普路托斯本人夺走。
§332καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ §333προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος §334ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
看啊,我看见布雷普西得摩斯这家伙正走过来;从他的步态和匆忙的样子来看,显然他已经听到了关于这件事情的某些风声。
§335τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη;
这到底是怎么回事?
πόθεν καὶ τίνι τρόπῳ §336Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης;
克雷μ罗斯是从哪里、又是以什么方式突然发财的?
οὐ πείθομαι.
我简直不敢相信。
§337καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς §338ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων, §339ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
可是,凭赫拉克勒斯起誓,在理发店里坐着的那些人之间谣言四起,都在传这个男人突然发大财了。
但对我来说,最不可思议的是,当他走运的时候,竟然会召集他的朋友。
§342οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
这绝对不符合本地人的做派。
§343ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς §344ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν, §345ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
不,我绝不隐瞒地告诉你;凭众神起誓,布雷普西得摩斯啊,我们的境况比昨天要好得多,所以你也可以分得一杯羹;因为你是我的朋友。
§346γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
那么,你真的像他们说的那样变富有了吗?
§347ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
如果神明愿意,我很快就会是的。
§348ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
因为这其中,确实隐藏着某种危险。
§349ποῖός τις;
什么样的危险?
§349bοἷος;
怎么样的?
§349cλέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
快说,你到底在说什么。
如果如果我们成功了,就能永远过上好日子;但要是我们失败了,就将彻底完蛋。
τό τε γὰρ ἐξαίφνης ἄγαν §354οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι §355πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.
因为如此突然地暴富,随后又整天担惊受怕,这绝不是干了正当勾当的人所为。
§356πῶς οὐδὲν ὑγιές;
怎么不正当了?
§356bεἴ τι κεκλοφὼς νὴ Δία §357ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον §358παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
凭宙斯起誓,如果你是从那里,从神明那儿偷了什么金子或银子逃到这儿,然后现在大概感到后悔了。
§359Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
辟邪的阿波罗啊! 凭宙斯起誓,我绝没有。
§360παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.
别胡说八道了,老兄;我心里清楚得很。
§361σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
你可千万别对我起这种疑心。
§362φεῦ,
唉!
世上居然没有一个是真正正当的,所有人都在利益面前屈服了。
§364οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
凭得墨忒耳起誓,我看你才是脑子不清醒。
§365ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.
他的品行跟以前相比,真是变了太多啊!
§366μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
凭苍天起誓,你才是疯了呢,老兄。
而且连他的眼神都不安分,显然是一副做了坏事的样子。
我知道你在像乌鸦一样叫嚷些什么:你以为我偷了什么东西,就想来分一杯羹。
§370bμεταλαβεῖν ζητῶ;
想来分一杯羹?
τίνος;
分什么?
§371τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
但事情可不是那样,而是另有乾坤。
§372μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
难道你没偷,而是抢了?
§372bκακοδαιμονᾷς.
你脑子有毛病。
§373ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
但你确实没有骗取任何人的财物吧?
§374ουʼ δῆτʼ ἔγωγʼ.
我当然没有。
§374bὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
哎呀,赫拉克勒斯啊!
§375τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
这可让人往哪儿琢磨呢? 他就是不肯吐露实情。
§376κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
因为你在了解我的事情之前,就在指控我了。
§377ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ §378ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν, §379τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
哎呀老兄,我可是想在城邦发现之前,花极少的代价替你把这事平息下来,用小钱把那些辩论家的嘴给堵上。
可是,凭众神起誓,你倒像是出于友情花了三米纳,却跟我算账十二米纳的人。
§382ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
我看到有人要坐在讲台上了……