Humanitext Reader

阿里斯托芬 · 财神 §228-301

普路托斯进屋与贫穷农夫们的欢庆

第 4 段,共 16 段 · 希腊语

内容简介

克雷米罗斯邀请普路托斯进屋,普路托斯讲述了自己以往在吝啬鬼和败家子家中的悲惨遭遇。随后,卡里翁召集了贫穷的同村农民,尽管起初受到戏弄,但他们在得知财富之神的到来后,欢歌载舞地共同庆祝。

§228τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
让屋里的某个人把它接过去带进去。
§229ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.
这事包在我身上;你赶快跑去吧。
§230σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων §231εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία §232αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον §233μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
而你,所有神明中最强大的普路托斯啊,请和我一起进到这里面来;因为这所房子正是你今天必须用财富装满的,无论是用正当还是不正当的手法。
§234ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς §235εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ· §236ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε.
可是,凭众神起誓,每次走进别人的家,我都感到很不乐意;因为我从未从中享受到任何好处。
§237ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, §238εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω· §239κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος §240αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, §241ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε.
因为如果我碰巧进了一个吝啬鬼的家,他立刻把我深埋入地底下;如果有什么好人,就是他的朋友,走上门来央求借一点点微不足道的钱,他就矢口否认曾见过我。
§242ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω, §243πόρναισι καὶ κύβοισι παραβεβλημένος §244γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
而如果我碰巧进了一个疯子的家,被扔给娼妓和骰子,瞬息之间我就被赤条条地赶出门外。
§245μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
那是因为你从未遇到过适度的人。
§246ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί, §247χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ §248πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
而我不知怎的,总是这样一种性格:我既像谁也比不上那样乐于节约,又在需要花钱的时候乐于挥霍。
§249ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι §250καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον, §251ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
那么我们进去吧,因为我想让你见见我的妻子和我那独一无二的儿子,他们是我在继你之后最爱的人。
§251bπείθομαι.
我信了。
§252τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
因为谁会对你说谎呢?
§253ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες, §254ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί, §255ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, §256ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.
噢,你们这些经常和我主人一起吃同样百里香的伙计们,我的朋友们、同乡们、热爱劳作的人们,快,加把劲,赶快,因为现在不是拖延的时候,而是最关键的时刻,必须亲临相助。
§257οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως, §258ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
难道你看不见我们早就兴冲冲地赶来了吗,正如对已经年老体衰的人来说理所应当的那样?
§259σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι §260ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.
但你或许还指望我跑起来,在甚至还没告诉我你的主人究竟是为了什么把我叫到这里来。
§261οὔκουν πάλαι δήπου λέγω;
我难道不是早就说了吗?
σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.
是你自己没听进去。
§262ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας §263ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
我主人说,你们所有人都会很高兴地脱离这寒冷辛酸的生活,快活地过日子。
§264ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;
但他说的这桩事究竟是什么,又从何而来?
§265ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι §266ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν· §267οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
他带了一个老头儿到这里来,你们这些可怜虫,邋里邋遢、弯腰驼背、可怜巴巴、满脸皱纹、秃顶无牙;凭苍天起誓,我看他还是个精力耗尽的家伙。
§268ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς;
噢,你传来了金子般的话语,你到底怎么说?
πάλιν φράσον μοι.
再跟我说说。
§269δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
因为你显然是指,他带来了一大堆财宝。
§270πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.
恰恰相反,我是说他带来了一大堆老态龙钟的祸害。
§271μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι §272ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;
难道你以为,戏弄了我们之后就能拍拍屁股走人而不受惩罚,尤其是在我手里还拿着拐杖的时候?
§273πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα §274ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;
难道你们真以为我天生在所有事情上就是这种人,并且以为我不会说出一句真话吗?
§275ὡς σεμνὸς οὑπίτριπτος·
这个该死的家伙多神气啊!
αἱ κνῆμαι δέ σου βοῶσιν §276ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
你的小腿都在大喊, “哎哟,哎哟”,渴望着脚镣和枷锁。
§277ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν, §278σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
既然你的字母现在抽签决定去棺材里审理判决,你却不走过去,而卡戎正在给你分发船票呢。
§279διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος, §280ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν, §281οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως §282δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
胀死你吧,你这个粗俗不堪、天生无赖的家伙,只顾愚弄我们,却还不敢对我们说明,我们在百忙之中,费尽周折,兴致勃勃地越过重重百里香的根茎,赶到了这里。
§283ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι.
好吧,我不瞒着了。
τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει §285ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
诸位,普路托斯已经来了,由我主人带领着,他将使你们变得富有。
§286ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
真的能让我们所有人变富有吗?
§287νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.
凭众神起誓,何止富有,只要你们长出驴耳朵,就会变成弥达斯王。
§288ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
我多么高兴,多么欢欣,真想跳起舞来,欢天喜地地。
§289ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.
如果你说的这一切确实是真的。
§290καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα §291μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων §292ὑμᾶς ἄγειν.
那么,我要嘴里唱着“特雷塔内洛”,模仿着库克罗普斯,摇摇摆摆地晃动着双脚,引导你们。
ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες
来吧,一再呼喊着“孩子们!
§293βληχώμενοί τε προβατίων §294αἰγῶν τε κιναβρώντων μέλη §295ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.
” 像小绵羊那样咩咩叫着,唱着骚气山羊的调子,跟上来吧,秃头无赖们;公山羊们,去饱餐早点吧。
§296ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα §297βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες, §298πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα §299ἡγούμενον τοῖς προβατίοις, §300εἰκῇ δὲ καταδαρθόντα που §301μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
而我们也会反过来嘴里唱着“特雷塔内洛”,去寻找那库克罗普斯,咩咩叫着,发现饥肠辘辘的你,带着皮袋和带露水的野菜,醉醺醺地带领着小羊群,并且不知在哪个角落里糊里糊涂睡着了,拿来一根烧着的巨大尖木桩,把你的眼睛戳瞎。

词汇与语法注释

  1. §228τῶν ἔνδοθέν τις — 冠词 `τῶν` 加上副词 `ἔνδοθεν`(自内)名词化,作为部分属格修饰不定代词 `τις`(某人)。
  2. §232ἣν δεῖ χρημάτων σε τήμερον μεστὴν ποιῆσαι — 无人称动词 `δεῖ` 支配对格主语 `σε`(你)和不定式 `ποιῆσαι`(使得)。形容词 `μεστήν`(充满的,作为宾语补足语与关系代词 `ἣν` 一致)支配表示充盈的属格 `χρημάτων`(财富)。
  3. §255ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς — 在 `ὁ καιρός`(时机)后省略了系动词 `ἐστίν`,不定式 `μέλλειν`(拖延)作说明性补语(“时机不是用于拖延的”)。
  4. §277λαχὸν τὸ γράμμα σου δικάζειν — 中性单数主动分词 `λαχόν`(抽中)与中性名词 `τὸ γράμμα`(字母、抽签用信件)一致,形成分词结构。此处影射雅典陪审员凭字母抽签分配法廷(此处戏谑地改为墓穴 `σορός`)的制度。

引用这一段

阿里斯托芬, 财神 §228-301. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg011.humanitext-grc2:228-301

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。