Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §86-165

潜入公民大会的准备与妇女们的演说排练

第 2 段,共 15 段 · 希腊语

内容简介

普拉克萨哥拉和妇女们开始为潜入公民大会做准备并进行演说排练,但女人们屡屡犯错,例如试图梳理羊毛、使用女性特有的誓言和称呼,险些暴露她们的男装伪装。

§86νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας §87ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
凭宙斯发誓,所以你必须占领座位,就在执政官石椅的下方正对面。
§88ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα §89πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
凭宙斯发誓,我至少把这些东西带过来了,以便当公民大会在坐满时,我可以梳理羊毛。
§90πληρουμένης τάλαινα;
坐满时,你这个蠢女人?
§90bνὴ τὴν Ἄρτεμιν
凭阿耳忒弥斯发誓,我确实会。
§91ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
因为,请问我一边梳毛一边听,又有什么坏处呢?
§92ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.
我的孩子们都光着身子呢。
§93ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος §94οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
瞧你还要梳毛! 你本来绝不应该向坐着的人露出身体的任何一部分。
§95οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι §96ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις §97ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
如果公民大会恰好坐满了人,然后有人跨过去时,掀起斗篷,露出了她的“福尔米西奥斯”,那我们可就遭殃了。
§98ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν §99ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε §100ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ, §101τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;
但如果我们提前坐好,我们就会避开注意,裹紧斗篷;而当我们把准备在那里系上的胡须垂下来时,谁看到我们不会把我们当成男人呢?
§102Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων §103λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή· §104νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.
无论如何,阿居里奥斯戴着普罗诺莫斯的胡须,就瞒过了众人;虽然此前他曾是个“女人”;但现在,你看,他在城邦中执掌着最大的权力。
§105τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν §106τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα, §107ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα §108δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν· §109νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.
因此,正是为了这个目的,在即将到来的这一天,我们才敢于做出如此巨大的冒险,如果我们设法能够接管城邦的事务,从而为城邦做些好事;因为现在我们既不奔跑,也不划桨。
§110καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία §111δημηγορήσει;
但是,一个心思柔弱的妇女集会如何能发表公开演说?
§111bπολὺ μὲν οὖν ἄριστά που.
不,反而会说得最好。
§112λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι §113πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν· §114ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
因为他们说,年轻人中那些被侵犯得最多的人,反而是最擅长演讲的;而我们碰巧也具备这种特性。
§115οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.
我不知道;但没有经验真是一件可怕的事。
§116οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, §117ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
正因为如此,我们才特意在此集会,好让我们预先演练在那边必须说的话。
§118οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη §119ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.
你可得赶紧系上胡须,还有其他所有想必练过说话的女人。
§120τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
可是,亲爱的,我们当中有谁不会叽叽喳喳地说话呢?
§121ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ· §122ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι §123καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
来吧,系上它,快点变成一个男人;而我,放下花环,也将系上我的,和你们在一起,如果我觉得有什么想说的。
§124δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν §125ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
到这儿来,我最甜美的普拉克萨哥拉,瞧啊,你这可怜的人,这件事看起来是多么滑稽。
§126πῶς καταγέλαστον;
怎么滑稽了?
§126bὥσπερ εἴ τις σηπίαις §127πώγωνα περιδήσειεν ἐσταθευμέναις.
就像如果有人给烤鱿鱼系上了胡须一样。
§128ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
司祭,应该把鼬鼠绕场传送。
§129πάριτʼ ἐς τὸ πρόσθεν.
走到前面来。
Ἀρίφραδες παῦσαι λαλῶν.
阿里弗拉德斯,别喋喋不休了。
§130κάθιζε παριών.
走上前坐下。
τίς ἀγορεύειν βούλεται;
谁想要发言?
§131ἐγώ.
我。
§131bπερίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
那就戴上花环吧,祝你好运。
§132ἰδού.
瞧。
§132bλέγοις ἄν.
你可以说。
§132cεἶτα πρὶν πιεῖν λέγω;
那么,我还没喝酒就要说吗?
§133ἰδοὺ πιεῖν.
还说“喝酒”!
§133bτί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;
那么,亲爱的,我为什么要戴上花环呢?
§134ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω
走开,闪到一边去;在那个地方你也会对我们做出这种事来。
§135κἀκεῖ. §135bτί δʼ;
怎么?
οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
难道他们在公民大会上不喝酒吗?
§136ἰδού γε σοὶ πίνουσι.
瞧瞧你说的喝酒!
§136bνὴ τὴν Ἄρτεμιν §137καὶ ταῦτα γʼ εὔζωρον.
凭阿耳忒弥斯发誓,确实在喝,而且喝的是纯酒。
τὰ γοῦν βουλεύματα §138αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις §139ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
至少,他们所做出的决议,每当他们通过时,对那些思考这些决议的人来说,简直就像醉汉发疯时的胡作非为。
§140καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν §141τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;
并且凭宙斯发誓,他们还举行奠酒;否则,如果不是酒就在身边,他们何必作那么多祈祷?
§142καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες, §143καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,
而且他们确实像喝多了酒的人一样互相辱骂,弓箭手们还会把借酒装疯的人抬出去。
§144σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.
你,走开坐下;因为你毫无用处。
§145νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν· §146δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.
凭宙斯发誓,对我来说不戴胡须岂不更好;因为看样子,我快要被渴死了。
§147ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;
还有哪位想发言吗?
§147bἐγώ.
我。
§148ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.
来吧,戴上花环;因为事情已经在进行中了。
§149ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς §150διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
来吧,现在务必以男子气概且漂亮地发言,把你的身姿牢牢支在手杖上。
§151ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων §152λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος· §153νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν §154ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν §155ὕδατος.
我本想让其他那些习惯于发言的人发表最精彩的演说,好让我静静地坐着;但现在,就我个人而言,我绝不容许在酒馆里建造水槽来装水。
ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
在我看来,凭两位女神发誓,这绝不可行。
§156μὰ τὼ θεώ;
凭两位女神发誓?
τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
可怜的女人,你的心思放到哪儿去了?
§157τί δʼ ἔστιν;
怎么了?
οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.
我又没有向你讨酒喝。
§158μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας, §159καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.
凭宙斯发誓,可你作为一个男人,却凭两位女神起了誓,尽管你别的话说得非常巧妙。
§160ὢ νὴ τὸν Ἀπόλλω.
噢,凭阿波罗发誓!
§160bπαῦε τοίνυν, ὡς ἐγὼ §161ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα §162τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.
那就停下吧,因为我如果这些事不能做到准确无误,我可不会向公民大会迈出另一步。
§163φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
把花环拿来;因为我轮到我再来说一遍。
§164οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
因为我觉得我已经练得很好了。
§165ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—
因为对我来说,坐在这里的妇女们啊——

词汇与语法注释

  1. §89πληρουμένης — 现在分词的属格独立结构(genitive absolute),表示时间关系:“当公民大会正在坐满(人们正在聚集)时”。
  2. §95καλά γʼ ἂν πάθοιμεν — 反语表达。字面意为“我们会遭遇好事”,实际上作为反事实条件句的主句,表达糟糕的结果:“我们将遭受巨大不幸”或“大出洋相”。
  3. §106οὕνεκα — 后置(anastrophe)的例子,其中介词 οὕνεκα(为了……)置于其支配的名词(此处为指示代词 τούτου)之后。
  4. §118οὐκ ἂν φθάνοις — 由 οὐκ ἂν φθάνοις 连同分词(περιδουμένη)构成的惯用表达,表示强烈的劝诱或命令:“快点系上……”、“一刻也不要耽误”。
  5. §134τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω — 反事实条件句的主句(ἂν + 直陈语气过去时),带有谴责语气:“你在那里也会对我们做出这种事(实际上并没有)”。
  6. §151ἐβουλόμην μὲν ἂν — 未完成过去直陈语气连同 ἂν,表达委婉或未实现的愿望:“我本想(但实际上不可能)”。
  7. §155μὰ τὼ θεώ — 誓言中使用了雅典方言中指代两位女神(德墨忒尔与珀耳塞福涅)的双数形式(τὼ θεώ)。由于这是女性专用的誓言,它标志着乔装打扮的说话者滑稽的口误。
  8. §165ὦ γυναῖκες αἱ καθήμεναι — 乔装的普拉克萨哥拉在公民大会上开始演说。本应称呼听众为“男士们”(ὦ ἄνδρες),但因习惯而说成“女士们”(ὦ γυναῖκες),预示着戏剧性失误的开始。

引用这一段

阿里斯托芬, 公民大会妇女 §86-165. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:86-165

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。