Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §1-85

普拉克萨哥拉与乔装男子的妇女们集合

第 1 段,共 15 段 · 希腊语

内容简介

普拉克萨哥拉在黎明前的黑暗中等待雅典妇女们聚集,她们计划乔装成男人去占领公民大会。随着妇女们陆续抵达,她们检查了各自的伪装——包括故意留长的体毛、假胡须以及男式斗篷,并准备动身前往大会。

§1Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου §2κάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον· §3γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν· §4τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο §5μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις· §6ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
噢,车轮旋转制成的油灯那明亮的眼睛啊,在巧妙的发明中最美丽地被设计出来;因为我们要宣告你的诞生与命运;在陶工黏土的旋转力下被驱使,你的鼻孔里拥有太阳的闪耀荣耀;发出约定好的火焰信号。
§7σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ §8κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων §9πειρωμέναισι πλησίον παραστατεῖς, §10λορδουμένων τε σωμάτων ἐπιστάτην §11ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
因为我们自然只向你透露,因为也在阿佛洛狄忒方式的闺房中当我们尝试时,你站在近旁,监视着扭动身体的你,没有任何人将你的眼睛逐出房间。
§12μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς §13λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα· §14στοάς τε καρποῦ Βακχίου τε νάματος §15πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς· §16καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
只有你照亮大腿那不可告人的深处,烧灼着萌发的毛发;并且当我们偷偷打开装满巴克科斯溪流之果的藏室时,你也陪在我们身旁;并且你同做这些事,却不对邻人多嘴。
§17ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα §18ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
因此,你也将知晓当下的计划,那些我的女伴们在斯基拉节上所决定的一切。
§19ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
然而,应该来的那些人却一个都没有到。
§20καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία §21αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας, §22ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι, §23δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
可是天快亮了;而公民大会马上就要召开;而为了让我们占领座位,那些菲罗马科斯曾经说过的——如果你们还记得的话—— 我们必须设法坐下,并不被其他女人发现。
§24τί δῆτʼ ἂν εἴη;
那会是什么原因呢?
πότερον οὐκ ἐρραμμένους §25ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;
难道是她们没有缝制好的胡须吗,那些曾被吩咐要拥有的?
§26ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν §27ἦν χαλεπὸν αὐταῖς;
还是对她们来说,偷了丈夫的男装并不被发现是件难事?
ἀλλʼ ὁρῶ τονδὶ λύχνον §28προσιόντα.
但我看到这盏灯正在靠近。
φέρε νυν ἐπαναχωρήσω πάλιν, §29μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
来吧,让我再往后退一步,免得靠近的人碰巧是个男人。
§30ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως §31ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
该是前进的时候了,因为报信者刚才在我们走来时已经第二次报晓了。
§32ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη §33τὴν νύκτα πᾶσαν.
而我为了等待你们,已经醒着整整一夜了。
ἀλλὰ φέρε τὴν γείτονα §34τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
来吧,让我呼唤这边的邻居,抓挠着她的门。
§35δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.
因为她必须避开她的丈夫。
§35bἤκουσά τοι §36ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων, §37ἅτʼ οὐ καταδαρθοῦσʼ.
我听到了你穿鞋时你用手指抓挠的声音,因为我根本没有睡着。
ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη, §38Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ, §39τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν, §40ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.
因为我的丈夫,亲爱的,我同住的那个是个萨拉米斯人,整夜在被窝里折腾我,以至于我刚刚才拿到了他的这件斗篷。
§41καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην §42προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
确实我也看到了克莱娜蕾特和索斯特拉特正在走来,还有这边的菲莱内特。
§43οὔκουν ἐπείξεσθʼ;
你们难道不快点吗?
ὡς Γλύκη κατώμοσεν §44τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς §45ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
因为格吕克发誓最晚到的人要支付三罐酒和一霍尼克斯的鹰嘴豆作为我们的罚金。
§46τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην §47σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
难道你没看见斯米居提翁的妻子美里斯蒂赫穿着男鞋急忙赶来吗?
§47bκαίτοι δοκεῖ §48κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
可是她看起来像是独自一人悠闲地从丈夫身边溜出来的。
§49τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην §50ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
难道你没看见酒店老板的妻子格乌西斯特拉特右手里拿着火把吗?
§51καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου §52ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ §53γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.
还有菲洛多雷托斯的妻子和凯雷塔德斯的妻子我看见正在走来,还有极多其他的妇女,她们正是城邦中所有有用的力量。
§54καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη §55ἐκδρᾶσα παρέδυν.
确实,我费了极大的劲,亲爱的,逃出来并溜了过来。
ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην §56ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
因为我丈夫整夜都在咳嗽,因为他傍晚吃饱了小鱼。
§57κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε §58ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, §59ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
那么请坐下,好让我问问你们这些事,既然我看到你们已经聚集,你们是否已经做了斯基拉节上决定的一切。
§60ἔγωγε.
我确实做了。
πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας §61λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον· §62ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου, §63ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας §64ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
首先,我的腋下比灌木丛还要茂密,正如约定好的那样;其次,每当我丈夫去市场的时候,我就全身涂抹上油,整天站在太阳底下晒黑。
§65κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας §66ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη §67καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
我也是;而且确实把家里的剃刀我先扔掉了,好让我浑身都变得毛茸茸,不再有任何地方像个女人。
§68ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν §69πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
那么你们有胡须吗,那些曾被吩咐要拥有的,对我们所有人来说,当我们聚集的时候?
§70νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.
凭赫卡忒发誓,我确实有这个漂亮的东西。
§71κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
我也是,一个比埃皮克拉特斯的还要好看不少的。
§72ὑμεῖς δὲ τί φατε;
那你们呢,怎么说?
§72bφασί· κατανεύουσι γάρ.
她们说有;因为她们正在点头同意。
§73καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.
的确,我也看到你们做好了其他准备。
§74Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας §75καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
因为你们穿着斯巴达式的鞋子并拿着手杖,以及男人的斗篷,正如我们所说的那样。
§76ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην §77τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
我至少趁着拉米奥斯睡觉时秘密地把他的这根大棒带了出来。
§78τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
这就是那些会让他放屁的棍棒之一。
§79νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν §80τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος §81εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
凭救主宙斯发誓,他确实会很合适,披着百眼巨人的皮袄,适合去放牧公众。
§82ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, §83ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν· §84ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα §85ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
那么来吧,让我们也对下来的行动做好准备,趁着天空里还有星星的时候;而我们准备去参加的公民大会将在黎明时分召开。

词汇与语法注释

  1. §23δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν — 动词 `λαθεῖν`(`λανθάνω`“不被察觉”的不定过去时不定式)与分词 `κἀγκαθεζομένας`(`καὶ ἐγκαθεζομένας` 的合音,源自 `ἐγκαθέζομαι`“坐下”的现在分词女性复数宾格)连用,表示“不被察觉地做某事”。`τὰς ἑτέρας`(“其他女人”)作为 `λαθεῖν` 的直接宾语,整句意为“我们必须设法坐下,并不被其他女人发现”。
  2. §31ἡμῶν προσιουσῶν — 属格独立结构(Genitive Absolute),由人称代词 `ἡμῶν` 和现在分词 `προσιουσῶν`(源自 `πρόσειμι`“靠近”的女性复数属格)组成,在句中充当状语表示时间(“当我们走近时”)。
  3. §36ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων — 现在分词 `ὑποδουμένη`(“穿鞋时”)表示与主句动词 `ἤκουσά`(“我听到”)同时发生的伴随状况。`τὸ κνῦμα`(“抓挠声”)是 `ἤκουσά` 的直接宾语,属格 `τῶν δακτύλων`(“手指的”)修饰该宾语。
  4. §61λόχμης δασυτέρας — 比较属格(Genitive of comparison)`λόχμης`(“灌木丛”)修饰比较级形容词 `δασυτέρας`(“更茂密的”,女性复数宾格,修饰 `τὰς μασχάλας`),意为“比灌木丛还要茂密的(腋下)”。
  5. §81βουκολεῖν — 接在形容词 `ἐπιτήδειος`(“合适的”)后面的说明不定式(外延不定式),用以具体说明在何种方面是合适的,即“适合去放牧”。

引用这一段

阿里斯托芬, 公民大会妇女 §1-85. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:1-85

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。